«
Aleppo Codex (~920)
Alep
The Septuagint
LXX
[1]אחר הדברים האלה היה דבר יהוה אל אברם במחזה לאמר אל תירא אברם אנכי מגן לך־שכרך הרבה מאד [1]μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς αβραμ ἐν ὁράματι λέγων μὴ φοβοῦ αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα
[2]ויאמר אברם אדני יהוה מה תתן לי ואנכי הולך ערירי ובן משק ביתי הוא דמשק אליעזר [2]λέγει δὲ αβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς μασεκ τῆς οἰκογενοῦς μου οὗτος δαμασκὸς ελιεζερ
[3]ויאמר אברם־הן לי לא נתתה זרע והנה בן ביתי יורש אתי [3]καὶ εἶπεν αβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα ὁ δὲ οἰκογενής μου κληρονομήσει με
[4]והנה דבר יהוה אליו לאמר לא יירשך זה כי אם אשר יצא ממעיך הוא יירשך [4]καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὗτος ἀλλ ὃς ἐξελεύσεται ἐκ σοῦ οὗτος κληρονομήσει σε
[5]ויוצא אתו החוצה ויאמר הבט נא השמימה וספר הכוכבים־אם תוכל לספר אתם ויאמר לו כה יהיה זרעך [5]ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς καὶ εἶπεν οὕτως ἔσται τὸ σπέρμα σου
[6]והאמן ביהוה ויחשבה לו צדקה [6]καὶ ἐπίστευσεν αβραμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
[7]ויאמר אליו אני יהוה אשר הוצאתיך מאור כשדים־לתת לך את הארץ הזאת לרשתה [7]εἶπεν δὲ πρὸς αὐτόν ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι
[8]ויאמר אדני יהוה במה אדע כי אירשנה [8]εἶπεν δέ δέσποτα κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν
[9]ויאמר אליו קחה לי עגלה משלשת ועז משלשת ואיל משלש ותר וגוזל [9]εἶπεν δὲ αὐτῷ λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν
[10]ויקח לו את כל אלה ויבתר אתם בתוך ויתן איש בתרו לקראת רעהו ואת הצפר לא בתר [10]ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διεῖλεν
[11]וירד העיט על הפגרים וישב אתם אברם [11]κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομήματα αὐτῶν καὶ συνεκάθισεν αὐτοῖς αβραμ
[12]ויהי השמש לבוא ותרדמה נפלה על אברם והנה אימה חשכה גדלה נפלת עליו [12]περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ αβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ
[13]ויאמר לאברם ידע תדע כי גר יהיה זרעך בארץ לא להם ועבדום וענו אתם־ארבע מאות שנה [13]καὶ ἐρρέθη πρὸς αβραμ γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη
[14]וגם את הגוי אשר יעבדו דן אנכי ואחרי כן יצאו ברכש גדול [14]τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς
[15]ואתה תבוא אל אבתיך בשלום תקבר בשיבה טובה [15]σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ εἰρήνης ταφεὶς ἐν γήρει καλῷ
[16]ודור רביעי ישובו הנה כי לא שלם עון האמרי עד הנה [16]τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν αμορραίων ἕως τοῦ νῦν
[17]ויהי השמש באה ועלטה היה והנה תנור עשן ולפיד אש אשר עבר בין הגזרים האלה [17]ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων
[18]ביום ההוא כרת יהוה את אברם־ברית לאמר לזרעך נתתי את הארץ הזאת מנהר מצרים עד הנהר הגדל נהר פרת [18]ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ αβραμ διαθήκην λέγων τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ εὐφράτου
[19]את הקיני ואת הקנזי ואת הקדמני [19]τοὺς καιναίους καὶ τοὺς κενεζαίους καὶ τοὺς κεδμωναίους
[20]ואת החתי ואת הפרזי ואת הרפאים [20]καὶ τοὺς χετταίους καὶ τοὺς φερεζαίους καὶ τοὺς ραφαϊν
[21]ואת האמרי ואת הכנעני ואת הגרגשי ואת היבוסי [21]καὶ τοὺς αμορραίους καὶ τοὺς χαναναίους καὶ τοὺς ευαίους καὶ τοὺς γεργεσαίους καὶ τοὺς ιεβουσαίους
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top