«
The Septuagint
LXX
Greek Textus Receptus (1550/1894)
TR GNT
[1]σαρα δὲ ἡ γυνὴ αβραμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη αἰγυπτία ᾗ ὄνομα αγαρ [No book]
[2]εἶπεν δὲ σαρα πρὸς αβραμ ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς ὑπήκουσεν δὲ αβραμ τῆς φωνῆς σαρας [No book]
[3]καὶ λαβοῦσα σαρα ἡ γυνὴ αβραμ αγαρ τὴν αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι αβραμ ἐν γῇ χανααν καὶ ἔδωκεν αὐτὴν αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα [No book]
[4]καὶ εἰσῆλθεν πρὸς αγαρ καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς [No book]
[5]εἶπεν δὲ σαρα πρὸς αβραμ ἀδικοῦμαι ἐκ σοῦ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτῆς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ [No book]
[6]εἶπεν δὲ αβραμ πρὸς σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ καὶ ἐκάκωσεν αὐτὴν σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς [No book]
[7]εὗρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ σουρ [No book]
[8]καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου αγαρ παιδίσκη σαρας πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν ἀπὸ προσώπου σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω [No book]
[9]εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς [No book]
[10]καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους [No book]
[11]καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ισμαηλ ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου [No book]
[12]οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ αὐτόν καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει [No book]
[13]καὶ ἐκάλεσεν αγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι [No book]
[14]ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ φρέαρ οὗ ἐνώπιον εἶδον ἰδοὺ ἀνὰ μέσον καδης καὶ ἀνὰ μέσον βαραδ [No book]
[15]καὶ ἔτεκεν αγαρ τῷ αβραμ υἱόν καὶ ἐκάλεσεν αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ ὃν ἔτεκεν αὐτῷ αγαρ ισμαηλ [No book]
[16]αβραμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν ἡνίκα ἔτεκεν αγαρ τὸν ισμαηλ τῷ αβραμ [No book]
Source: sacred-texts.org
Author: Stephanus (1550), with variants of Scrivener (1894)
Source: unbound.biola.edu
Top