|
[1]ὤφθη δὲ αὐτῷ ὁ θεὸς πρὸς τῇ δρυὶ τῇ μαμβρη καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας |
[1]Again the Lord appeared unto him in the plain of Mamre, as he sat in his tent door about the heat of the day. |
[2]ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν |
[2]And he lift up his eyes, and looked: and lo, three men stood by him, and when he saw them, he ran to meet them from the tent door, and bowed himself to the ground. |
[3]καὶ εἶπεν κύριε εἰ ἄρα εὗρον χάριν ἐναντίον σου μὴ παρέλθῃς τὸν παῖδά σου |
[3]And he said, Lord, if I have now found favor in thy sight, go not, I pray thee, from thy servant. |
[4]λημφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν καὶ καταψύξατε ὑπὸ τὸ δένδρον |
[4]Let a little water, I pray you, be brought, and wash your feet, and rest yourselves under the tree. |
[5]καὶ λήμψομαι ἄρτον καὶ φάγεσθε καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν καὶ εἶπαν οὕτως ποίησον καθὼς εἴρηκας |
[5]And I will bring a morsel of bread, that you may comfort your hearts, afterward ye shall go your ways: for therefore are ye come to your servant. And they said, Do even as thou hast said. |
[6]καὶ ἔσπευσεν αβρααμ ἐπὶ τὴν σκηνὴν πρὸς σαρραν καὶ εἶπεν αὐτῇ σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας |
[6]Then Abraham made haste into the tent unto Sarah, and said, Make ready at once three measures of fine meal: knead it, and make cakes upon the hearth. |
[7]καὶ εἰς τὰς βόας ἔδραμεν αβρααμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκεν τῷ παιδί καὶ ἐτάχυνεν τοῦ ποιῆσαι αὐτό |
[7]And Abraham ran to the beasts, and took a tender and good calf, and gave it to the servant, who hasted to make it ready. |
[8]ἔλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν καὶ παρέθηκεν αὐτοῖς καὶ ἐφάγοσαν αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον |
[8]And he took butter and milk, and the calf, which he had prepared, and set before them, and stood himself by them under the tree, and they did eat. |
[9]εἶπεν δὲ πρὸς αὐτόν ποῦ σαρρα ἡ γυνή σου ὁ δὲ ἀποκριθεὶς εἶπεν ἰδοὺ ἐν τῇ σκηνῇ |
[9]Then they said to him, Where is Sarah thy wife? And he answered, Behold, she is in the tent. |
[10]εἶπεν δέ ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας καὶ ἕξει υἱὸν σαρρα ἡ γυνή σου σαρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ |
[10]And he said, I will certainly come again unto thee according to the time of life: and lo, Sarah thy wife shall have a son. and Sarah heard in the tent door, which was behind him. |
[11]αβρααμ δὲ καὶ σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν ἐξέλιπεν δὲ σαρρα γίνεσθαι τὰ γυναικεῖα |
[11](Now Abraham and Sarah were old and stricken in age, and it ceased to be with Sarah after the manner of women) |
[12]ἐγέλασεν δὲ σαρρα ἐν ἑαυτῇ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν ὁ δὲ κύριός μου πρεσβύτερος |
[12]Therefore Sarah laughed within herself, saying, After I am waxed old, and my lord also, shall I have lust? |
[13]καὶ εἶπεν κύριος πρὸς αβρααμ τί ὅτι ἐγέλασεν σαρρα ἐν ἑαυτῇ λέγουσα ἆρά γε ἀληθῶς τέξομαι ἐγὼ δὲ γεγήρακα |
[13]And the Lord said unto Abraham, Wherefore did Sarah thus laugh, saying, Shall I certainly bear a child, which am old? |
[14]μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας καὶ ἔσται τῇ σαρρα υἱός |
[14](Shall anything be hard to the Lord? At the time appointed will I return unto thee, even according to the time of life, and Sarah shall have a son.) |
[15]ἠρνήσατο δὲ σαρρα λέγουσα οὐκ ἐγέλασα ἐφοβήθη γάρ καὶ εἶπεν οὐχί ἀλλὰ ἐγέλασας |
[15]But Sarah denied, saying, I laughed not: for she was afraid. And he said, It is not so: for thou laughedst. |
[16]ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον σοδομων καὶ γομορρας αβρααμ δὲ συνεπορεύετο μετ αὐτῶν συμπροπέμπων αὐτούς |
[16]Afterward the men did rise up from thence and looked toward Sodom: and Abraham went with them to bring them on the way. |
[17]ὁ δὲ κύριος εἶπεν μὴ κρύψω ἐγὼ ἀπὸ αβρααμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ |
[17]And the Lord said, Shall I hide from Abraham that thing which I do, |
[18]αβρααμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς |
[18]Seeing that Abraham shall be indeed a great and a mighty nation, and all the nations of the earth shall be blessed in him? |
[19]ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ αὐτόν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ αβρααμ πάντα ὅσα ἐλάλησεν πρὸς αὐτόν |
[19]For I know him that he will command his sons and his household after him, that they keep the way of the Lord, to do righteousness and judgment, that the Lord may bring upon Abraham that he hath spoken unto him. |
[20]εἶπεν δὲ κύριος κραυγὴ σοδομων καὶ γομορρας πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα |
[20]Then the Lord said, Because the cry of Sodom and Gomorrah is great, and because their sin is exceeding grievous, |
[21]καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται εἰ δὲ μή ἵνα γνῶ |
[21]I will go down now, and see whether they have done altogether according to that cry which is come unto me: and if not, that I may know. |
[22]καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς σοδομα αβρααμ δὲ ἦν ἑστηκὼς ἐναντίον κυρίου |
[22]And the men turned thence and went toward Sodom: but Abraham stood yet before the Lord. |
[23]καὶ ἐγγίσας αβρααμ εἶπεν μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής |
[23]Then Abraham drew near, and said, Wilt thou also destroy the righteous with the wicked? |
[24]ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖς αὐτούς οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων ἐὰν ὦσιν ἐν αὐτῇ |
[24]If there be fifty righteous within the city, wilt thou destroy and not spare the place for the fifty righteous that are therein? |
[25]μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν |
[25]Be it far from thee from doing this thing, to slay the righteous with the wicked: and that the righteous should be even as the wicked, be it far from thee. Shall not the judge of all the world do right? |
[26]εἶπεν δὲ κύριος ἐὰν εὕρω ἐν σοδομοις πεντήκοντα δικαίους ἐν τῇ πόλει ἀφήσω πάντα τὸν τόπον δι αὐτούς |
[26]And the Lord answered, If I shall find in Sodom fifty righteous within the city, then will I spare all the place for their sakes. |
[27]καὶ ἀποκριθεὶς αβρααμ εἶπεν νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον ἐγὼ δέ εἰμι γῆ καὶ σποδός |
[27]Then Abraham answered and said, Behold now, I have begun to speak unto my Lord, and I am but dust and ashes. |
[28]ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τεσσαράκοντα πέντε |
[28]If there shall lack five of fifty righteous, wilt thou destroy all the city for five? And he said, If I find there five and forty, I will not destroy it. |
[29]καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ εἶπεν ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα |
[29]And he yet spake to him again, and said, What if there shall be found forty there? Then he answered, I will not do it for forty's sake. |
[30]καὶ εἶπεν μή τι κύριε ἐὰν λαλήσω ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τριάκοντα |
[30]Again he said, Let not my Lord now be angry, that I speak, What if thirty be found there? Then he said, I will not do it, if I find thirty there. |
[31]καὶ εἶπεν ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι |
[31]Moreover he said, Behold, now I have begun to speak unto my Lord, What if twenty be found there? And he answered, I will not destroy it for twenty's sake. |
[32]καὶ εἶπεν μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα |
[32]Then he said, Let not my Lord be now angry, and I will speak but this once, What if ten be found there? And he answered, I will not destroy it for ten's sake. |
[33]ἀπῆλθεν δὲ κύριος ὡς ἐπαύσατο λαλῶν τῷ αβρααμ καὶ αβρααμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ |
[33]And the Lord went his way when he had left communing with Abraham, and Abraham returned unto his place. |