«
Young's Literal Translation
YLT
The Septuagint
LXX
[1]And the life of Sarah is a hundred and twenty and seven years -- years of the life of Sarah; [1]ἐγένετο δὲ ἡ ζωὴ σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά
[2]and Sarah dieth in Kirjath-Arba, which [is] Hebron, in the land of Caanan, and Abraham goeth in to mourn for Sarah, and to bewail her. [2]καὶ ἀπέθανεν σαρρα ἐν πόλει αρβοκ ἥ ἐστιν ἐν τῷ κοιλώματι αὕτη ἐστὶν χεβρων ἐν γῇ χανααν ἦλθεν δὲ αβρααμ κόψασθαι σαρραν καὶ πενθῆσαι
[3]And Abraham riseth up from the presence of his dead, and speaketh unto the sons of Heth, saying, [3]καὶ ἀνέστη αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς χετ λέγων
[4]`A sojourner and a settler I [am] with you; give to me a possession of a burying-place with you, and I bury my dead from before me.' [4]πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ ὑμῶν δότε οὖν μοι κτῆσιν τάφου μεθ ὑμῶν καὶ θάψω τὸν νεκρόν μου ἀπ ἐμοῦ
[5]And the sons of Heth answer Abraham, saying to him, [5]ἀπεκρίθησαν δὲ οἱ υἱοὶ χετ πρὸς αβρααμ λέγοντες
[6]`Hear us, my lord; a prince of God [art] thou in our midst; in the choice of our burying-places bury thy dead: none of us his burying-place doth withhold from thee, from burying thy dead.' [6]μή κύριε ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ
[7]And Abraham riseth and boweth himself to the people of the land, to the sons of Heth, [7]ἀναστὰς δὲ αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς τοῖς υἱοῖς χετ
[8]and he speaketh with them, saying, `If it is your desire to bury my dead from before me, hear me, and meet for me with Ephron, son of Zoar; [8]καὶ ἐλάλησεν πρὸς αὐτοὺς αβρααμ λέγων εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ εφρων τῷ τοῦ σααρ
[9]and he giveth to me the cave of Machpelah, which he hath, which [is] in the extremity of his field; for full money doth he give it to me, in your midst, for a possession of a burying-place.' [9]καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ὅ ἐστιν αὐτῷ τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου
[10]And Ephron is sitting in the midst of the sons of Heth, and Ephron the Hittite answereth Abraham in the ears of the sons of Heth, of all those entering the gate of his city, saying, [10]εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν χετ ἀποκριθεὶς δὲ εφρων ὁ χετταῖος πρὸς αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων
[11]`Nay, my lord, hear me: the field I have given to thee, and the cave that [is] in it, to thee I have given it; before the eyes of the sons of my people I have given it to thee -- bury thy dead.' [11]παρ ἐμοὶ γενοῦ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου
[12]And Abraham boweth himself before the people of the land, [12]καὶ προσεκύνησεν αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
[13]and speaketh unto Ephron in the ears of the people of the land, saying, `Only -- if thou wouldst hear me -- I have given the money of the field -- accept from me, and I bury my dead there.' [13]καὶ εἶπεν τῷ εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ἐπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ
[14]And Ephron answereth Abraham, saying to him, [14]ἀπεκρίθη δὲ εφρων τῷ αβρααμ λέγων
[15]`My lord, hear me: the land -- four hundred shekels of silver; between me and thee, what [is] it? -- thy dead bury.' [15]οὐχί κύριε ἀκήκοα γῆ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο σὺ δὲ τὸν νεκρόν σου θάψον
[16]And Abraham hearkeneth unto Ephron, and Abraham weigheth to Ephron the silver which he hath spoken of in the ears of the sons of Heth, four hundred silver shekels, passing with the merchant. [16]καὶ ἤκουσεν αβρααμ τοῦ εφρων καὶ ἀπεκατέστησεν αβρααμ τῷ εφρων τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις
[17]And established are the field of Ephron, which [is] in Machpelah, which [is] before Mamre, the field and the cave which [is] in it, and all the trees which [are] in the field, which [are] in all its border round about, [17]καὶ ἔστη ὁ ἀγρὸς εφρων ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ ὅς ἐστιν κατὰ πρόσωπον μαμβρη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ καὶ πᾶν δένδρον ὃ ἦν ἐν τῷ ἀγρῷ ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ
[18]to Abraham by purchase, before the eyes of the sons of Heth, among all entering the gate of his city. [18]τῷ αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν
[19]And after this hath Abraham buried Sarah his wife at the cave of the field of Machpelah before Mamre (which [is] Hebron), in the land of Canaan; [19]μετὰ ταῦτα ἔθαψεν αβρααμ σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ ὅ ἐστιν ἀπέναντι μαμβρη αὕτη ἐστὶν χεβρων ἐν τῇ γῇ χανααν
[20]and established are the field, and the cave which [is] in it, to Abraham for a possession of a burying-place, from the sons of Heth. [20]καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν χετ
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top