|
[1]ויהי רעב בארץ מלבד הרעב הראשון אשר היה בימי אברהם וילך יצחק אל אבימלך מלך פלשתים גררה |
[1]ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ αβρααμ ἐπορεύθη δὲ ισαακ πρὸς αβιμελεχ βασιλέα φυλιστιιμ εἰς γεραρα |
[2]וירא אליו יהוה ויאמר אל תרד מצרימה שכן בארץ אשר אמר אליך |
[2]ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω |
[3]גור בארץ הזאת ואהיה עמך ואברכך כי לך ולזרעך אתן את כל הארצת האל והקמתי את השבעה אשר נשבעתי לאברהם אביך |
[3]καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα αβρααμ τῷ πατρί σου |
[4]והרביתי את זרעך ככוכבי השמים ונתתי לזרעך את כל הארצת האל והתברכו בזרעך כל גויי הארץ |
[4]καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς |
[5]עקב אשר שמע אברהם בקלי וישמר משמרתי מצותי חקותי ותורתי |
[5]ἀνθ ὧν ὑπήκουσεν αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου |
[6]וישב יצחק בגרר |
[6]καὶ κατῴκησεν ισαακ ἐν γεραροις |
[7]וישאלו אנשי המקום לאשתו ויאמר אחתי הוא כי ירא לאמר אשתי פן יהרגני אנשי המקום על רבקה כי טובת מראה הוא |
[7]ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν |
[8]ויהי כי ארכו לו שם הימים וישקף אבימלך מלך פלשתים בעד החלון וירא והנה יצחק מצחק את רבקה אשתו |
[8]ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ αβιμελεχ ὁ βασιλεὺς γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν ισαακ παίζοντα μετὰ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ |
[9]ויקרא אבימלך ליצחק ויאמר אך הנה אשתך הוא ואיך אמרת אחתי הוא ויאמר אליו יצחק כי אמרתי פן אמות עליה |
[9]ἐκάλεσεν δὲ αβιμελεχ τὸν ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δι αὐτήν |
[10]ויאמר אבימלך מה זאת עשית לנו כמעט שכב אחד העם את אשתך והבאת עלינו אשם |
[10]εἶπεν δὲ αὐτῷ αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ ἡμᾶς ἄγνοιαν |
[11]ויצו אבימלך את כל העם לאמר הנגע באיש הזה ובאשתו־מות יומת |
[11]συνέταξεν δὲ αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται |
[12]ויזרע יצחק בארץ ההוא וימצא בשנה ההוא מאה שערים ויברכהו יהוה |
[12]ἔσπειρεν δὲ ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος |
[13]ויגדל האיש וילך הלוך וגדל עד כי גדל מאד |
[13]καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα |
[14]ויהי לו מקנה צאן ומקנה בקר ועבדה רבה ויקנאו אתו פלשתים |
[14]ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ φυλιστιιμ |
[15]וכל הבארת אשר חפרו עבדי אביו בימי אברהם אביו־סתמום פלשתים וימלאום עפר |
[15]καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς |
[16]ויאמר אבימלך אל יצחק לך מעמנו כי עצמת ממנו מאד |
[16]εἶπεν δὲ αβιμελεχ πρὸς ισαακ ἄπελθε ἀφ ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα |
[17]וילך משם יצחק ויחן בנחל גרר וישב שם |
[17]καὶ ἀπῆλθεν ἐκεῖθεν ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι γεραρων καὶ κατῴκησεν ἐκεῖ |
[18]וישב יצחק ויחפר את בארת המים אשר חפרו בימי אברהם אביו ויסתמום פלשתים אחרי מות אברהם ויקרא להן שמות כשמת אשר קרא להן אביו |
[18]καὶ πάλιν ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν αβρααμ ὁ πατὴρ αὐτοῦ |
[19]ויחפרו עבדי יצחק בנחל וימצאו שם־באר מים חיים |
[19]καὶ ὤρυξαν οἱ παῖδες ισαακ ἐν τῇ φάραγγι γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος |
[20]ויריבו רעי גרר עם רעי יצחק לאמר־לנו המים ויקרא שם הבאר עשק כי התעשקו עמו |
[20]καὶ ἐμαχέσαντο οἱ ποιμένες γεραρων μετὰ τῶν ποιμένων ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος ἀδικία ἠδίκησαν γὰρ αὐτόν |
[21]ויחפרו באר אחרת ויריבו גם עליה ויקרא שמה שטנה |
[21]ἀπάρας δὲ ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ ἐχθρία |
[22]ויעתק משם ויחפר באר אחרת ולא רבו עליה ויקרא שמה רחבות ויאמר כי עתה הרחיב יהוה לנו ופרינו בארץ |
[22]ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ εὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς |
[23]ויעל משם באר שבע |
[23]ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου |
[24]וירא אליו יהוה בלילה ההוא ויאמר אנכי אלהי אברהם אביך אל תירא כי אתך אנכי וברכתיך והרביתי את זרעך בעבור אברהם עבדי |
[24]καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι ὁ θεὸς αβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ αβρααμ τὸν πατέρα σου |
[25]ויבן שם מזבח ויקרא בשם יהוה ויט שם אהלו ויכרו שם עבדי יצחק באר |
[25]καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες ισαακ φρέαρ |
[26]ואבימלך הלך אליו מגרר ואחזת מרעהו ופיכל שר צבאו |
[26]καὶ αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ γεραρων καὶ οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ |
[27]ויאמר אלהם יצחק מדוע באתם אלי ואתם שנאתם אתי ותשלחוני מאתכם |
[27]καὶ εἶπεν αὐτοῖς ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ ὑμῶν |
[28]ויאמרו ראו ראינו כי היה יהוה עמך ונאמר תהי נא אלה בינותינו בינינו ובינך ונכרתה ברית עמך |
[28]καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην |
[29]אם תעשה עמנו רעה כאשר לא נגענוך וכאשר עשינו עמך רק טוב ונשלחך בשלום אתה עתה ברוך יהוה |
[29]μὴ ποιήσειν μεθ ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου |
[30]ויעש להם משתה ויאכלו וישתו |
[30]καὶ ἐποίησεν αὐτοῖς δοχήν καὶ ἔφαγον καὶ ἔπιον |
[31]וישכימו בבקר וישבעו איש לאחיו וישלחם יצחק וילכו מאתו בשלום |
[31]καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς ισαακ καὶ ἀπῴχοντο ἀπ αὐτοῦ μετὰ σωτηρίας |
[32]ויהי ביום ההוא ויבאו עבדי יצחק ויגדו לו על אדות הבאר אשר חפרו ויאמרו לו מצאנו מים |
[32]ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ |
[33]ויקרא אתה שבעה על כן שם העיר באר שבע עד היום הזה |
[33]καὶ ἐκάλεσεν αὐτὸ ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας |
[34]ויהי עשו בן ארבעים שנה ויקח אשה את יהודית בת בארי החתי־ואת בשמת בת אילן החתי |
[34]ἦν δὲ ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα ιουδιν τὴν θυγατέρα βεηρ τοῦ χετταίου καὶ τὴν βασεμμαθ θυγατέρα αιλων τοῦ ευαίου |
[35]ותהיין מרת רוח ליצחק ולרבקה |
[35]καὶ ἦσαν ἐρίζουσαι τῷ ισαακ καὶ τῇ ρεβεκκα |