«
Aleppo Codex (~920)
Alep
The Septuagint
LXX
[1]וישמע את דברי בני לבן לאמר לקח יעקב את כל אשר לאבינו ומאשר לאבינו־עשה את כל הכבד הזה [1]ἤκουσεν δὲ ιακωβ τὰ ῥήματα τῶν υἱῶν λαβαν λεγόντων εἴληφεν ιακωβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκεν πᾶσαν τὴν δόξαν ταύτην
[2]וירא יעקב את פני לבן והנה איננו עמו כתמול שלשום [2]καὶ εἶδεν ιακωβ τὸ πρόσωπον τοῦ λαβαν καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν
[3]ויאמר יהוה אל יעקב שוב אל ארץ אבותיך ולמולדתך ואהיה עמך [3]εἶπεν δὲ κύριος πρὸς ιακωβ ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σοῦ
[4]וישלח יעקב ויקרא לרחל וללאה השדה אל צאנו [4]ἀποστείλας δὲ ιακωβ ἐκάλεσεν ραχηλ καὶ λειαν εἰς τὸ πεδίον οὗ τὰ ποίμνια
[5]ויאמר להן ראה אנכי את פני אביכן כי איננו אלי כתמל שלשם ואלהי אבי היה עמדי [5]καὶ εἶπεν αὐταῖς ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστιν πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ ἐμοῦ
[6]ואתנה ידעתן כי בכל כחי עבדתי את אביכן [6]καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύι μου δεδούλευκα τῷ πατρὶ ὑμῶν
[7]ואביכן התל בי והחלף את משכרתי עשרת מנים ולא נתנו אלהים להרע עמדי [7]ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ θεὸς κακοποιῆσαί με
[8]אם כה יאמר נקדים יהיה שכרך־וילדו כל הצאן נקדים ואם כה יאמר עקדים יהיה שכרך־וילדו כל הצאן עקדים [8]ἐὰν οὕτως εἴπῃ τὰ ποικίλα ἔσται σου μισθός καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα ἐὰν δὲ εἴπῃ τὰ λευκὰ ἔσται σου μισθός καὶ τέξεται πάντα τὰ πρόβατα λευκά
[9]ויצל אלהים את מקנה אביכם ויתן לי [9]καὶ ἀφείλατο ὁ θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά
[10]ויהי בעת יחם הצאן ואשא עיני וארא בחלום והנה העתדים העלים על הצאן עקדים נקדים וברדים [10]καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί
[11]ויאמר אלי מלאך האלהים בחלום־יעקב ואמר הנני [11]καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ ὕπνον ιακωβ ἐγὼ δὲ εἶπα τί ἐστιν
[12]ויאמר שא נא עיניך וראה כל העתדים העלים על הצאן עקדים נקדים וברדים כי ראיתי את כל אשר לבן עשה לך [12]καὶ εἶπεν ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς ἑώρακα γὰρ ὅσα σοι λαβαν ποιεῖ
[13]אנכי האל בית אל אשר משחת שם מצבה אשר נדרת לי שם נדר עתה קום צא מן הארץ הזאת ושוב אל ארץ מולדתך [13]ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ ἔσομαι μετὰ σοῦ
[14]ותען רחל ולאה ותאמרנה לו העוד לנו חלק ונחלה בבית אבינו [14]καὶ ἀποκριθεῖσα ραχηλ καὶ λεια εἶπαν αὐτῷ μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν
[15]הלוא נכריות נחשבנו לו כי מכרנו ויאכל גם אכול את כספנו [15]οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ πέπρακεν γὰρ ἡμᾶς καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν
[16]כי כל העשר אשר הציל אלהים מאבינו־לנו הוא ולבנינו ועתה כל אשר אמר אלהים אליך־עשה [16]πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν νῦν οὖν ὅσα εἴρηκέν σοι ὁ θεός ποίει
[17]ויקם יעקב וישא את בניו ואת נשיו על הגמלים [17]ἀναστὰς δὲ ιακωβ ἔλαβεν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους
[18]וינהג את כל מקנהו ואת כל רכשו אשר רכש־מקנה קנינו אשר רכש בפדן ארם לבוא אל יצחק אביו ארצה כנען [18]καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ ἣν περιεποιήσατο ἐν τῇ μεσοποταμίᾳ καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς ισαακ τὸν πατέρα αὐτοῦ εἰς γῆν χανααν
[19]ולבן הלך לגזז את צאנו ותגנב רחל את התרפים אשר לאביה [19]λαβαν δὲ ὤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ ἔκλεψεν δὲ ραχηλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς
[20]ויגנב יעקב את לב לבן הארמי־על בלי הגיד לו כי ברח הוא [20]ἔκρυψεν δὲ ιακωβ λαβαν τὸν σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει
[21]ויברח הוא וכל אשר לו ויקם ויעבר את הנהר וישם את פניו הר הגלעד [21]καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος γαλααδ
[22]ויגד ללבן ביום השלישי כי ברח יעקב [22]ἀνηγγέλη δὲ λαβαν τῷ σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα ιακωβ
[23]ויקח את אחיו עמו וירדף אחריו דרך שבעת ימים וידבק אתו בהר הגלעד [23]καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει τῷ γαλααδ
[24]ויבא אלהים אל לבן הארמי בחלם הלילה ויאמר לו השמר לך פן תדבר עם יעקב־מטוב עד רע [24]ἦλθεν δὲ ὁ θεὸς πρὸς λαβαν τὸν σύρον καθ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ φύλαξαι σεαυτόν μήποτε λαλήσῃς μετὰ ιακωβ πονηρά
[25]וישג לבן את יעקב ויעקב תקע את אהלו בהר ולבן תקע את אחיו בהר הגלעד [25]καὶ κατέλαβεν λαβαν τὸν ιακωβ ιακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει λαβαν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει γαλααδ
[26]ויאמר לבן ליעקב מה עשית ותגנב את לבבי ותנהג את בנתי כשביות חרב [26]εἶπεν δὲ λαβαν τῷ ιακωβ τί ἐποίησας ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ
[27]למה נחבאת לברח ותגנב אתי ולא הגדת לי ואשלחך בשמחה ובשרים בתף ובכנור [27]καὶ εἰ ἀνήγγειλάς μοι ἐξαπέστειλα ἄν σε μετ εὐφροσύνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας
[28]ולא נטשתני לנשק לבני ולבנתי עתה הסכלת עשו [28]οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου νῦν δὲ ἀφρόνως ἔπραξας
[29]יש לאל ידי לעשות עמכם רע ואלהי אביכם אמש אמר אלי לאמר השמר לך מדבר עם יעקב־מטוב עד רע [29]καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε ὁ δὲ θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπεν πρός με λέγων φύλαξαι σεαυτόν μήποτε λαλήσῃς μετὰ ιακωβ πονηρά
[30]ועתה הלך הלכת כי נכסף נכספתה לבית אביך למה גנבת את אלהי [30]νῦν οὖν πεπόρευσαι ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου ἵνα τί ἔκλεψας τοὺς θεούς μου
[31]ויען יעקב ויאמר ללבן כי יראתי־כי אמרתי פן תגזל את בנותיך מעמי [31]ἀποκριθεὶς δὲ ιακωβ εἶπεν τῷ λαβαν εἶπα γάρ μήποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ ἐμοῦ καὶ πάντα τὰ ἐμά
[32]עם אשר תמצא את אלהיך לא יחיה־נגד אחינו הכר לך מה עמדי וקח לך ולא ידע יעקב כי רחל גנבתם [32]ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ αὐτῷ οὐθέν καὶ εἶπεν αὐτῷ ιακωβ παρ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν οὐκ ᾔδει δὲ ιακωβ ὅτι ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς
[33]ויבא לבן באהל יעקב ובאהל לאה ובאהל שתי האמהת־ולא מצא ויצא מאהל לאה ויבא באהל רחל [33]εἰσελθὼν δὲ λαβαν ἠρεύνησεν εἰς τὸν οἶκον λειας καὶ οὐχ εὗρεν καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου λειας ἠρεύνησεν τὸν οἶκον ιακωβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον ραχηλ
[34]ורחל לקחה את התרפים ותשמם בכר הגמל־ותשב עליהם וימשש לבן את כל האהל ולא מצא [34]ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς
[35]ותאמר אל אביה אל יחר בעיני אדני כי לוא אוכל לקום מפניך כי דרך נשים לי ויחפש ולא מצא את התרפים [35]καὶ εἶπεν τῷ πατρὶ αὐτῆς μὴ βαρέως φέρε κύριε οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου ὅτι τὸ κατ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν ἠρεύνησεν δὲ λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα
[36]ויחר ליעקב וירב בלבן ויען יעקב ויאמר ללבן מה פשעי מה חטאתי כי דלקת אחרי [36]ὠργίσθη δὲ ιακωβ καὶ ἐμαχέσατο τῷ λαβαν ἀποκριθεὶς δὲ ιακωβ εἶπεν τῷ λαβαν τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου ὅτι κατεδίωξας ὀπίσω μου
[37]כי מששת את כל כלי מה מצאת מכל כלי ביתך־שים כה נגד אחי ואחיך ויוכיחו בין שנינו [37]καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν
[38]זה עשרים שנה אנכי עמך רחליך ועזיך לא שכלו ואילי צאנך לא אכלתי [38]ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον
[39]טרפה לא הבאתי אליך־אנכי אחטנה מידי תבקשנה גנבתי יום וגנבתי לילה [39]θηριάλωτον οὐκ ἀνενήνοχά σοι ἐγὼ ἀπετίννυον παρ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός
[40]הייתי ביום אכלני חרב וקרח בלילה ותדד שנתי מעיני [40]ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου
[41]זה לי עשרים שנה בביתך עבדתיך ארבע עשרה שנה בשתי בנתיך ושש שנים בצאנך ותחלף את משכרתי עשרת מנים [41]ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου ἐδούλευσά σοι δέκα τέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν
[42]לולי אלהי אבי אלהי אברהם ופחד יצחק היה לי־כי עתה ריקם שלחתני את עניי ואת יגיע כפי ראה אלהים־ויוכח אמש [42]εἰ μὴ ὁ θεὸς τοῦ πατρός μου αβρααμ καὶ ὁ φόβος ισαακ ἦν μοι νῦν ἂν κενόν με ἐξαπέστειλας τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ θεὸς καὶ ἤλεγξέν σε ἐχθές
[43]ויען לבן ויאמר אל יעקב הבנות בנתי והבנים בני והצאן צאני וכל אשר אתה ראה לי הוא ולבנתי מה אעשה לאלה היום או לבניהן אשר ילדו [43]ἀποκριθεὶς δὲ λαβαν εἶπεν τῷ ιακωβ αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστιν καὶ τῶν θυγατέρων μου τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν οἷς ἔτεκον
[44]ועתה לכה נכרתה ברית־אני ואתה והיה לעד ביני ובינך [44]νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ εἶπεν δὲ αὐτῷ ἰδοὺ οὐθεὶς μεθ ἡμῶν ἐστιν ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ
[45]ויקח יעקב אבן וירימה מצבה [45]λαβὼν δὲ ιακωβ λίθον ἔστησεν αὐτὸν στήλην
[46]ויאמר יעקב לאחיו לקטו אבנים ויקחו אבנים ויעשו גל ויאכלו שם על הגל [46]εἶπεν δὲ ιακωβ τοῖς ἀδελφοῖς αὐτοῦ συλλέγετε λίθους καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν καὶ ἔφαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ καὶ εἶπεν αὐτῷ λαβαν ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον
[47]ויקרא לו לבן יגר שהדותא ויעקב קרא לו גלעד [47]καὶ ἐκάλεσεν αὐτὸν λαβαν βουνὸς τῆς μαρτυρίας ιακωβ δὲ ἐκάλεσεν αὐτὸν βουνὸς μάρτυς
[48]ויאמר לבן הגל הזה עד ביני ובינך היום על כן קרא שמו גלעד [48]εἶπεν δὲ λαβαν τῷ ιακωβ ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη αὕτη ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ μαρτυρεῖ ὁ βουνὸς οὗτος καὶ μαρτυρεῖ ἡ στήλη αὕτη διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ βουνὸς μαρτυρεῖ
[49]והמצפה אשר אמר יצף יהוה ביני ובינך כי נסתר איש מרעהו [49]καὶ ἡ ὅρασις ἣν εἶπεν ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου
[50]אם תענה את בנתי ואם תקח נשים על בנתי־אין איש עמנו ראה אלהים עד ביני ובינך [50]εἰ ταπεινώσεις τὰς θυγατέρας μου εἰ λήμψῃ γυναῖκας ἐπὶ ταῖς θυγατράσιν μου ὅρα οὐθεὶς μεθ ἡμῶν ἐστιν
[51]ויאמר לבן ליעקב הנה הגל הזה והנה המצבה אשר יריתי ביני ובינך 51[No verse]
[52]עד הגל הזה ועדה המצבה אם אני לא אעבר אליך את הגל הזה ואם אתה לא תעבר אלי את הגל הזה ואת המצבה הזאת לרעה [52]ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ
[53]אלהי אברהם ואלהי נחור ישפטו בינינו־אלהי אביהם וישבע יעקב בפחד אביו יצחק [53]ὁ θεὸς αβρααμ καὶ ὁ θεὸς ναχωρ κρινεῖ ἀνὰ μέσον ἡμῶν καὶ ὤμοσεν ιακωβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ ισαακ
[54]ויזבח יעקב זבח בהר ויקרא לאחיו לאכל לחם ויאכלו לחם וילינו בהר [54]καὶ ἔθυσεν ιακωβ θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει
55[No verse] 55[No verse]
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top