«
The Septuagint
LXX
The Sonnini Manuscript: The Lost Chapter 29 of Acts
Acts29
[1]αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν αδαμ κατ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν [No book]
[2]ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν αδαμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς [No book]
[3]ἔζησεν δὲ αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ [No book]
[4]ἐγένοντο δὲ αἱ ἡμέραι αδαμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[5]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν [No book]
[6]ἔζησεν δὲ σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν ενως [No book]
[7]καὶ ἔζησεν σηθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[8]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν [No book]
[9]καὶ ἔζησεν ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν καιναν [No book]
[10]καὶ ἔζησεν ενως μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[11]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν [No book]
[12]καὶ ἔζησεν καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν μαλελεηλ [No book]
[13]καὶ ἔζησεν καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[14]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν [No book]
[15]καὶ ἔζησεν μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν ιαρεδ [No book]
[16]καὶ ἔζησεν μαλελεηλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[17]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν [No book]
[18]καὶ ἔζησεν ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν ενωχ [No book]
[19]καὶ ἔζησεν ιαρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[20]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν [No book]
[21]καὶ ἔζησεν ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν μαθουσαλα [No book]
[22]εὐηρέστησεν δὲ ενωχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[23]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη [No book]
[24]καὶ εὐηρέστησεν ενωχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός [No book]
[25]καὶ ἔζησεν μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν λαμεχ [No book]
[26]καὶ ἔζησεν μαθουσαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[27]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν [No book]
[28]καὶ ἔζησεν λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν [No book]
[29]καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ νωε λέγων οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός [No book]
[30]καὶ ἔζησεν λαμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [No book]
[31]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν [No book]
[32]καὶ ἦν νωε ἐτῶν πεντακοσίων καὶ ἐγέννησεν νωε τρεῖς υἱούς τὸν σημ τὸν χαμ τὸν ιαφεθ [No book]
Source: sacred-texts.org
Top