|
[1]καὶ ἐπιπεσὼν ιωσηφ ἐπὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν ἐπ αὐτὸν καὶ ἐφίλησεν αὐτόν |
[1]Then Joseph fell upon his father's face and wept upon him, and kissed him. |
[2]καὶ προσέταξεν ιωσηφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν ισραηλ |
[2]And Joseph commanded his servants the physicians, to embalm his father, and the physicians embalmed Israel. |
[3]καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας οὕτως γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς καὶ ἐπένθησεν αὐτὸν αἴγυπτος ἑβδομήκοντα ἡμέρας |
[3]So forty days were accomplished (for so long did the days of them that were embalmed last) and the Egyptians bewailed him seventy days. |
[4]ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους ἐλάλησεν ιωσηφ πρὸς τοὺς δυνάστας φαραω λέγων εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα φαραω λέγοντες |
[4]And when the days of his mourning were past, Joseph spake to the house of Pharaoh, saying, If I have now found favor in your eyes, speak, I pray you, in the ears of Pharaoh, and say, |
[5]ὁ πατήρ μου ὥρκισέν με λέγων ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ χανααν ἐκεῖ με θάψεις νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι |
[5]My father made me swear, saying, Lo, I die, bury me in my grave, which I have made me in the land of Canaan: now therefore let me go, I pray thee, and bury my father, and I will come again. |
[6]καὶ εἶπεν φαραω ἀνάβηθι θάψον τὸν πατέρα σου καθάπερ ὥρκισέν σε |
[6]Then Pharaoh said, Go up and bury thy father, as he made thee to swear. |
[7]καὶ ἀνέβη ιωσηφ θάψαι τὸν πατέρα αὐτοῦ καὶ συνανέβησαν μετ αὐτοῦ πάντες οἱ παῖδες φαραω καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς αἰγύπτου |
[7]So Joseph went up to bury his father, and with him went all the servants of Pharaoh, both the elders of his house and all the elders of the land of Egypt. |
[8]καὶ πᾶσα ἡ πανοικία ιωσηφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ γεσεμ |
[8]Likewise all the house of Joseph, and his brethren, and his father's house: only their children, and their sheep, and their cattle left they in the land of Goshen. |
[9]καὶ συνανέβησαν μετ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα |
[9]And there went up with him both chariots and horsemen: and they were an exceeding great company. |
[10]καὶ παρεγένοντο ἐφ ἅλωνα αταδ ὅ ἐστιν πέραν τοῦ ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας |
[10]And they came to Goren Atad, which is beyond Jordan, and there they made a great and exceeding sore lamentation: and he mourned for his father seven days. |
[11]καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς χανααν τὸ πένθος ἐν ἅλωνι αταδ καὶ εἶπαν πένθος μέγα τοῦτό ἐστιν τοῖς αἰγυπτίοις διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ πένθος αἰγύπτου ὅ ἐστιν πέραν τοῦ ιορδάνου |
[11]And when the Canaanites the inhabitants of the land saw the mourning in Goren Atad, they said, This is a great mourning unto the Egyptians: wherefore the name thereof was called Abel-mizraim, which is beyond Jordan. |
[12]καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐκεῖ |
[12]So his sons did unto him, according as he had commanded them: |
[13]καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν ὃ ἐκτήσατο αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ εφρων τοῦ χετταίου κατέναντι μαμβρη |
[13]For his sons carried him into the land of Canaan, and buried him in the cave of the field of Machpelah, which cave Abraham bought with the field, to be a place to bury in, of Ephron the Hittite besides Mamre. |
[14]καὶ ἀπέστρεψεν ιωσηφ εἰς αἴγυπτον αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ |
[14]Then Joseph returned into Egypt, he and his brethren, and all that went up with him to bury his father, after that he had buried his father. |
[15]ἰδόντες δὲ οἱ ἀδελφοὶ ιωσηφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν εἶπαν μήποτε μνησικακήσῃ ἡμῖν ιωσηφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά ἃ ἐνεδειξάμεθα αὐτῷ |
[15]And when Joseph's brethren saw that their father was dead, they said, It may be that Joseph will hate us, and will pay us again all the evil, which we did unto him. |
[16]καὶ παρεγένοντο πρὸς ιωσηφ λέγοντες ὁ πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων |
[16]Therefore they sent unto Joseph, saying, Thy father commanded before his death, saying, |
[17]οὕτως εἴπατε ιωσηφ ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν ὅτι πονηρά σοι ἐνεδείξαντο καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου καὶ ἔκλαυσεν ιωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν |
[17]Thus shall ye say unto Joseph, Forgive now, I pray thee, the trespass of thy brethren, and their sin: for they rewarded thee evil. And now, we pray thee, forgive the trespass of the servants of thy father's God. And Joseph wept, when they spake unto him. |
[18]καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν οἵδε ἡμεῖς σοι οἰκέται |
[18]Also his brethren came unto him, and fell down before his face, and said, Behold, we be thy servants. |
[19]καὶ εἶπεν αὐτοῖς ιωσηφ μὴ φοβεῖσθε τοῦ γὰρ θεοῦ εἰμι ἐγώ |
[19]To whom Joseph said, Fear not: for am not I under God? |
[20]ὑμεῖς ἐβουλεύσασθε κατ ἐμοῦ εἰς πονηρά ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά ὅπως ἂν γενηθῇ ὡς σήμερον ἵνα διατραφῇ λαὸς πολύς |
[20]When ye thought evil against me, God disposed it to good, that he might bring to pass, as it is this day, and save much people alive. |
[21]καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν |
[21]Fear not now therefore, I will nourish you, and your children: and he comforted them, and spake kindly unto them. |
[22]καὶ κατῴκησεν ιωσηφ ἐν αἰγύπτῳ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ καὶ ἔζησεν ιωσηφ ἔτη ἑκατὸν δέκα |
[22]So Joseph dwelt in Egypt, he, and his father's house: and Joseph lived an hundred and ten year. |
[23]καὶ εἶδεν ιωσηφ εφραιμ παιδία ἕως τρίτης γενεᾶς καὶ υἱοὶ μαχιρ τοῦ υἱοῦ μανασση ἐτέχθησαν ἐπὶ μηρῶν ιωσηφ |
[23]And Joseph saw Ephraim's children, even unto the third generation: also the sons of Machir the son of Manasseh were brought up on Joseph's knees. |
[24]καὶ εἶπεν ιωσηφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων ἐγὼ ἀποθνῄσκω ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ θεὸς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ θεὸς τοῖς πατράσιν ἡμῶν αβρααμ καὶ ισαακ καὶ ιακωβ |
[24]And Joseph said unto his brethren, I am ready to die, and God will surely visit you, and bring you out of this land, unto the land which he swear unto Abraham, unto Isaac, and unto Jacob. |
[25]καὶ ὥρκισεν ιωσηφ τοὺς υἱοὺς ισραηλ λέγων ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψεται ὑμᾶς ὁ θεός καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ ὑμῶν |
[25]And Joseph took an oath of the children of Israel, saying, God will surely visit you, and ye shall carry my bones hence. |
[26]καὶ ἐτελεύτησεν ιωσηφ ἐτῶν ἑκατὸν δέκα καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν αἰγύπτῳ |
[26]So Joseph died, when he was an hundred and ten year old: and they embalmed him and put him in a chest in Egypt. |