«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ηὐλόγησεν ὁ θεὸς τὸν νωε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς [1]And God blessed Noah and his sons, and said to them, Bring forth fruit, and multiply, and replenish the earth.
[2]καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης ὑπὸ χεῖρας ὑμῖν δέδωκα [2]Also the fear of you, and the dread of you shall be upon every beast of the earth, and upon every foul of the heaven, upon all that moveth on the earth, and upon all the fishes of the sea: into your hand are they delivered.
[3]καὶ πᾶν ἑρπετόν ὅ ἐστιν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα [3]Everything that moveth and liveth, shall be meat for you: as the green herb, have I given you all things.
[4]πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε [4]But flesh with the life thereof, I mean, with the blood thereof, shall ye not eat?
[5]καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου [5]For surely I will require your blood, wherein your lives are: at the hand of every beast will I require it: and at the hand of man, even at the hand of a man's brother will I require the life of man.
[6]ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον [6]Whoso sheadeth man's blood, by man shall his blood be shed: for in the image of God hath he made man.
[7]ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ πληθύνεσθε ἐπ αὐτῆς [7]But bring ye forth fruit and multiply: grow plentifully in the earth, and increase therein.
[8]καὶ εἶπεν ὁ θεὸς τῷ νωε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ αὐτοῦ λέγων [8]God spake also to Noah and to his sons with him, saying,
[9]ἐγὼ ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ ὑμᾶς [9]Behold, I, even I establish my covenant with you, and with your seed after you,
[10]καὶ πάσῃ ψυχῇ τῇ ζώσῃ μεθ ὑμῶν ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ὅσα μεθ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ [10]And with every living creature that is with you, with the foul, with the cattle, and with every beast of the earth with you, from all that go out of the ark, unto every beast of the earth.
[11]καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν [11]And my covenant will I establish with you, that from henceforth all flesh shall not be rooted out by the waters of the flood, neither shall there be a flood to destroy the earth any more.
[12]καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς νωε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστιν μεθ ὑμῶν εἰς γενεὰς αἰωνίους [12]Then God said, This is the token of the covenant which I make between me and you, and between every living thing, that is with you unto perpetual generations.
[13]τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς [13]I have set my bow in the cloud, and it shall be for a sign of the covenant between me and the earth.
[14]καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ [14]And when I shall cover the earth with a cloud, and the bow shall be seen in the cloud,
[15]καὶ μνησθήσομαι τῆς διαθήκης μου ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα [15]Then will I remember my covenant, which is between me and you, and between every living thing in all flesh, and there shall be no more waters of a flood to destroy all flesh.
[16]καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί ἥ ἐστιν ἐπὶ τῆς γῆς [16]Therefore the bow shall be in the cloud, that I may see it, and remember the everlasting covenant between God, and every living thing in all flesh that is upon the earth.
[17]καὶ εἶπεν ὁ θεὸς τῷ νωε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός ἥ ἐστιν ἐπὶ τῆς γῆς [17]God said yet to Noah, This is the sign of the covenant, which I have established between me and all flesh that is upon the earth.
[18]ἦσαν δὲ οἱ υἱοὶ νωε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ σημ χαμ ιαφεθ χαμ ἦν πατὴρ χανααν [18]Now the sons of Noah going forth of the ark, were Shem and Ham and Japheth. And Ham is the father of Canaan.
[19]τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ νωε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν [19]These are the three sons of Noah, and of them was the whole earth overspread.
[20]καὶ ἤρξατο νωε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα [20]Noah also began to be an husbandman and planted a vineyard.
[21]καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ [21]And he drunk of the wine and was drunken, and was uncovered in the midst of his tent.
[22]καὶ εἶδεν χαμ ὁ πατὴρ χανααν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλεν τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω [22]And when Ham the father of Canaan saw the nakedness of his father, he told his two brethren without.
[23]καὶ λαβόντες σημ καὶ ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανές καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον [23]Then took Shem and Japheth a garment, and put it upon both their shoulders and went backward, and covered the nakedness of their father with their faces backward: so they saw not their father's nakedness.
[24]ἐξένηψεν δὲ νωε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος [24]Then Noah awoke from his wine, and knew what his younger son had done unto him,
[25]καὶ εἶπεν ἐπικατάρατος χανααν παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ [25]And said, Cursed be Canaan: a servant of servants shall he be unto his brethren.
[26]καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ σημ καὶ ἔσται χανααν παῖς αὐτοῦ [26]He said moreover, Blessed be the Lord God of Shem, and let Canaan be his servant.
[27]πλατύναι ὁ θεὸς τῷ ιαφεθ καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ σημ καὶ γενηθήτω χανααν παῖς αὐτῶν [27]God persuaded Japheth, that he may dwell in the tents of Shem, and let Canaan be his servant.
[28]ἔζησεν δὲ νωε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη [28]And Noah lived after the flood three hundred and fifty years.
[29]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι νωε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν [29]So all the days of Noah were nine hundred and fifty years: and he died.
Source: sacred-texts.org
Source: archive.org
Top