«
SBL Greek NT (2010)
SBL
The Bishops' Bible (1568)
Bishop
   
Hebrews
Heb
1
[1]Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις [1]God which in time past, at sundrie tymes, and in diuers maners, spake vnto the fathers in the prophetes
[2]ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ⸂ἐποίησεν τοὺς αἰῶνας⸃· [2]Hath in these last dayes, spoken vnto vs in the sonne, whom he hath appoynted heyre of all thynges, by whom also he made the worldes
[3]ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂διʼ αὑτοῦ⸃ καθαρισμὸν ⸂τῶν ἁμαρτιῶν ποιησάμενος⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, [3]Who beyng the bryghtnesse of the glorie, and the very image of his substaunce, vpholdyng all thynges with the worde of his power, hauing by him selfe pourged our sinnes, hath syt on the ryght hande of the maiestie on hye
[4]τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. [4]Beyng so much more excellent then the Angels, as he hath by inheritaunce obtayned a more excellent name then they
[5]Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; [5]For vnto which of the Angels sayde he at any tyme: Thou art my sonne, this day haue I begotten thee
[6]ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. [6]And agayne, I wyll be to hym a father, and he shalbe to me a sonne? And agayne, when he bryngeth in the first begotten sonne into the worlde, he saith: And let all the Angels of God worship hym
[7]καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· [7]And vnto the Angels he sayth: He maketh his Angels spirites, and his ministers a flambe of fyre
[8]πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ⸂καὶ ἡ ῥάβδος τῆς εὐθύτητος⸃ ῥάβδος τῆς βασιλείας ⸀σου. [8]But vnto the sonne [he sayth] Thy seate O God, [shalbe] for euer and euer: The scepter of thy kyngdome [is] a scepter of ryghteousnesse
[9]ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· [9]Thou hast loued ryghteousnesse, and hated iniquitie: Therfore God, euen thy God, hath annoynted thee with the oyle of gladnesse, aboue thy felowes
[10]καί· Σὺ κατʼ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· [10]And thou Lorde, in the begynnyng hast layde the foundation of the earth: And the heauens are the workes of thy handes
[11]αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, [11]They shall perishe, but thou endurest, and they shall waxe olde as doth a garment
[12]καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ⸂ὡς ἱμάτιον⸃ καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. [12]And as a vesture shalt thou folde the vp, and they shalbe chaunged: but thou art the same, & thy yeres shall not fayle
[13]πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; [13]But vnto which of ye Angels sayde he at any tyme: Sitte on my right hande, tyll I make thyne enemies thy foote stoole
[14]οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; [14]Are they not all ministring spirites, sent foorth into ministerie for their sakes which shalbe heyres of saluation
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Source: studybible.org
Top