«
The Septuagint
LXX
Aleppo Codex (~920)
Alep
Hosea
Hos
14
   
[1]ἀφανισθήσεται σαμάρεια ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτῆς ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται [1]תאשם שמרון כי מרתה באלהיה בחרב יפלו־עלליהם ירטשו והריותיו יבקעו
[2]ἐπιστράφητι ισραηλ πρὸς κύριον τὸν θεόν σου διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου [2]שובה ישראל עד יהוה אלהיך כי כשלת בעונך
[3]λάβετε μεθ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμῶν εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν [3]קחו עמכם דברים ושובו אל יהוה אמרו אליו כל תשא עון וקח טוב ונשלמה פרים שפתינו
[4]ασσουρ οὐ μὴ σώσῃ ἡμᾶς ἐφ ἵππον οὐκ ἀναβησόμεθα οὐκέτι μὴ εἴπωμεν θεοὶ ἡμῶν τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν [4]אשור לא יושיענו על סוס לא נרכב ולא נאמר עוד אלהינו למעשה ידינו־אשר בך ירחם יתום
[5]ἰάσομαι τὰς κατοικίας αὐτῶν ἀγαπήσω αὐτοὺς ὁμολόγως ὅτι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ αὐτῶν [5]ארפא משובתם־אהבם נדבה כי שב אפי ממנו
[6]ἔσομαι ὡς δρόσος τῷ ισραηλ ἀνθήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ λίβανος [6]אהיה כטל לישראל יפרח כשושנה ויך שרשיו כלבנון
[7]πορεύσονται οἱ κλάδοι αὐτοῦ καὶ ἔσται ὡς ἐλαία κατάκαρπος καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς λιβάνου [7]ילכו ינקותיו ויהי כזית הודו וריח לו כלבנון
[8]ἐπιστρέψουσιν καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ ζήσονται καὶ μεθυσθήσονται σίτῳ καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ ὡς οἶνος λιβάνου [8]ישבו ישבי בצלו יחיו דגן ויפרחו כגפן זכרו כיין לבנון
[9]τῷ εφραιμ τί αὐτῷ ἔτι καὶ εἰδώλοις ἐγὼ ἐταπείνωσα αὐτόν καὶ ἐγὼ κατισχύσω αὐτόν ἐγὼ ὡς ἄρκευθος πυκάζουσα ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται [9]אפרים מה לי עוד לעצבים אני עניתי ואשורנו אני כברוש רענן־ממני פריך נמצא
[10]τίς σοφὸς καὶ συνήσει ταῦτα ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς [10]מי חכם ויבן אלה נבון וידעם כי ישרים דרכי יהוה וצדקים ילכו בם ופשעים יכשלו בם
Source: sacred-texts.org
Source: unbound.biola.edu
Top