[1]εἰς κόλπον αὐτῶν ὡς γῆ ὡς ἀετὸς ἐπ οἶκον κυρίου ἀνθ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν [2]ἐμὲ κεκράξονται ὁ θεός ἐγνώκαμέν σε [3]ὅτι ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξαν [4]ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι ἐμοῦ ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα ὅπως ἐξολεθρευθῶσιν [5]ἀπότριψαι τὸν μόσχον σου σαμάρεια παρωξύνθη ὁ θυμός μου ἐπ αὐτούς ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι [6]ἐν τῷ ισραηλ καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν διότι πλανῶν ἦν ὁ μόσχος σου σαμάρεια [7]ὅτι ἀνεμόφθορα ἔσπειραν καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον ἐὰν δὲ καὶ ποιήσῃ ἀλλότριοι καταφάγονται αὐτό [8]κατεπόθη ισραηλ νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον [9]ὅτι αὐτοὶ ἀνέβησαν εἰς ἀσσυρίους ἀνέθαλεν καθ ἑαυτὸν εφραιμ δῶρα ἠγάπησαν [10]διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν νῦν εἰσδέξομαι αὐτούς καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας [11]ὅτι ἐπλήθυνεν εφραιμ θυσιαστήρια εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα [12]καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα [13]διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα κύριος οὐ προσδέξεται αὐτά νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν αὐτοὶ εἰς αἴγυπτον ἀπέστρεψαν καὶ ἐν ἀσσυρίοις ἀκάθαρτα φάγονται [14]καὶ ἐπελάθετο ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη καὶ ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν
Credit

Source: sacred-texts.org
Top