The Septuagint
LXX
➕
←
Isaiah
Isa
12
→
[
1
]
καὶ
ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με
[
2
]
ἰδοὺ
ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν
[
3
]
καὶ
ἀντλήσετε ὕδωρ μετ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου
[
4
]
καὶ
ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑμνεῖτε κύριον βοᾶτε τὸ ὄνομα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ
[
5
]
ὑμνήσατε
τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ
[
6
]
ἀγαλλιᾶσθε
καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες σιων ὅτι ὑψώθη ὁ ἅγιος τοῦ ισραηλ ἐν μέσῳ αὐτῆς
Credit
Source:
sacred-texts.org
Top