«
The Book of Jubilees
Jub(YWO)
The Septuagint
LXX
[No book] [1]ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος σιων
[No book] [2]ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος θύγατερ μωαβ ἔπειτα δέ αρνων
[No book] [3]πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς
[No book] [4]παροικήσουσίν σοι οἱ φυγάδες μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς
[No book] [5]καὶ διορθωθήσεται μετ ἐλέους θρόνος καὶ καθίεται ἐπ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην
[No book] [6]ἠκούσαμεν τὴν ὕβριν μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως ἡ μαντεία σου
[No book] [7]οὐχ οὕτως ὀλολύξει μωαβ ἐν γὰρ τῇ μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ
[No book] [8]τὰ πεδία εσεβων πενθήσει ἄμπελος σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον
[No book] [9]διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν ιαζηρ ἄμπελον σεβαμα τὰ δένδρα σου κατέβαλεν εσεβων καὶ ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται
[No book] [10]καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ
[No book] [11]διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας
[No book] [12]καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν
[No book] [13]τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος ἐπὶ μωαβ ὁπότε καὶ ἐλάλησεν
[No book] [14]καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος
Author: Enoch the Prophet
Source: www.YahwehsWord.org
Source: sacred-texts.org
Top