«
The Septuagint
LXX
Tregelles’ 2nd ed. from Alexandrinus, et al (1879)
Tregelles GNT
[1]ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος σιων [No book]
[2]ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος θύγατερ μωαβ ἔπειτα δέ αρνων [No book]
[3]πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς [No book]
[4]παροικήσουσίν σοι οἱ φυγάδες μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς [No book]
[5]καὶ διορθωθήσεται μετ ἐλέους θρόνος καὶ καθίεται ἐπ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην [No book]
[6]ἠκούσαμεν τὴν ὕβριν μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως ἡ μαντεία σου [No book]
[7]οὐχ οὕτως ὀλολύξει μωαβ ἐν γὰρ τῇ μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ [No book]
[8]τὰ πεδία εσεβων πενθήσει ἄμπελος σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον [No book]
[9]διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν ιαζηρ ἄμπελον σεβαμα τὰ δένδρα σου κατέβαλεν εσεβων καὶ ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται [No book]
[10]καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ [No book]
[11]διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας [No book]
[12]καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν [No book]
[13]τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος ἐπὶ μωαβ ὁπότε καὶ ἐλάλησεν [No book]
[14]καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος [No book]
Source: sacred-texts.org
Author: Samuel Prideaux Tregelles, LL. D. (1813–1875)
Source: www.hagiascriptura.com

See information...
Top