«
The Bishops' Bible (1568)
Bishop
The Septuagint
LXX
[1]The burthen of the valley of vision. What hast thou to do here, that thou clymbest to the house toppes [1]τὸ ῥῆμα τῆς φάραγγος σιων τί ἐγένετό σοι νῦν ὅτι ἀνέβητε πάντες εἰς δώματα
[2]Thou that art full of tumultuousnes, thou troublesome and proude citie: Thy slayne men are neither put to death with the sworde, nor dead in battayle [2]μάταια ἐνεπλήσθη ἡ πόλις βοώντων οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου
[3]All thy captaynes are fugitiue together, the archers haue taken them prisoners: All they I say that are founde in thee are in captiuitie together, and they also that fled farre of [3]πάντες οἱ ἄρχοντές σου πεφεύγασιν καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν
[4]Therfore sayde I, Let me alone, and I wyll make lamentation: Ye shall not be able to comfort me because of the destruction of the daughter of my people [4]διὰ τοῦτο εἶπα ἄφετέ με πικρῶς κλαύσομαι μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου
[5]For this is a day of trouble, of ruine, and of destruction, that the Lorde the God of hoastes wyll bryng to passe in the valley of vision, breakyng downe the citie, and crying vnto mountaynes [5]ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωθ ἐν φάραγγι σιων πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη
[6]Elam bare the quiuer with a charret of footmen and horsemen, and the citie of Kir shewed the shielde open [6]οἱ δὲ αιλαμῖται ἔλαβον φαρέτρας ἀναβάται ἄνθρωποι ἐφ ἵπποις καὶ συναγωγὴ παρατάξεως
[7]Thy chiefe valley also was full of charrettes, and the horsemen set their faces directly towarde the gate [7]καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου
[8]And in that day dyd the enemie take away the couer of Iuda, and then didst thou loke towarde the armour of the house of the forest [8]καὶ ἀνακαλύψουσιν τὰς πύλας ιουδα καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως
[9]Ye haue seene also the broken places of the citie of Dauid, howe that they are many, and ye gathered together the waters of the lower poole [9]καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας δαυιδ καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν
[10]As for the houses of Hierusalem ye haue numbred them, and the houses haue ye broken downe, to make the wall strong [10]καὶ ὅτι καθείλοσαν τοὺς οἴκους ιερουσαλημ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει
[11]A pit also haue ye made betweene the two walles for the waters of the olde poole, & haue not regarded the maker therof, neither had respect vnto hym that fashioned it long ago [11]καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε
[12]And in that day dyd the Lorde God of hoastes call men vnto weepyng and mournyng, to baldnesse and girdyng about with sackcloth [12]καὶ ἐκάλεσεν κύριος σαβαωθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων
[13]And beholde they haue ioy and gladnesse, slaying oxen, and kyllyng sheepe, eatyng fleshe, and drynkyng wine: Let vs eate and drynke, for to morowe we shall dye [13]αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν
[14]And it came to the eares of the Lorde of hoastes, This iniquitie shall not be purged from you tyll ye dye, saith the Lorde God of hoastes [14]καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν κυρίου σαβαωθ ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε
[15]Thus saith the Lord God of hoastes: Get ye vnto yonder treasurer, euen vnto Sebna, which is the ruler of the house [15]τάδε λέγει κύριος σαβαωθ πορεύου εἰς τὸ παστοφόριον πρὸς σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ
[16]What hast thou to do here? and whom hast thou here? that thou shouldest here hewe thee out a sepulchree, as it were one that heweth hym out a sepulchree on hye, or that graueth an habitation for hym selfe on an harde rocke [16]τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν
[17]Beholde O thou man, the Lorde shal cary thee away into captiuitie, and shall surely couer thee with confusion [17]ἰδοὺ δὴ κύριος σαβαωθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελεῖ τὴν στολήν σου
[18]The Lorde shal turne thee ouer like a ball with his handes [and shall sende thee] into a farre countrey: there shalt thou dye, and there in steade of the charrets of thy pompe, shall the house of thy Lorde haue confusion [18]καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον καὶ ἐκεῖ ἀποθανῇ καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα
[19]I wyll driue thee from thy place, and out of thy dwellyng shal he ouerthrowe thee [19]καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου
[20]And in that day shall I call my seruaunt Eliakim the sonne of Helkia [20]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου ελιακιμ τὸν τοῦ χελκιου
[21]And with thy garmentes wyll I clothe hym, and with thy girdle wyll I strength hym: thy power also wyll I commit into his hande, and he shalbe a father of such as dwell in Hierusalem, and in the house of Iuda [21]καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν ιερουσαλημ καὶ τοῖς ἐνοικοῦσιν ἐν ιουδα
[22]And the key of the house of Dauid wyll I lay vpon his shoulder: so that he shall open and no man shut, he shall shut and no man open [22]καὶ δώσω τὴν δόξαν δαυιδ αὐτῷ καὶ ἄρξει καὶ οὐκ ἔσται ὁ ἀντιλέγων
[23]And I wyll fasten hym as a nayle in a sure place, and he shalbe the glorious seate of his fathers house [23]καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ
[24]Moreouer, all generations and posterities shall hang vpon him all the glorie of their fathers house, all vessels both great and small, and all instrumentes of measure and musicke [24]καὶ ἔσται πεποιθὼς ἐπ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ
[25]In that day saith the Lord of hoastes, shall the nayle that is fastened in the sure place, depart and be broken, and fall: and the burthen that was vpon it shalbe pluckt away, for so the Lorde hath spoken [25]ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τάδε λέγει κύριος σαβαωθ κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ αὐτόν ὅτι κύριος ἐλάλησεν
Source: studybible.org
Source: sacred-texts.org
Top