«
The Septuagint
LXX
The Gospel of Barnabas
GspBar
[1]τὸ ὅραμα τύρου ὀλολύζετε πλοῖα καρχηδόνος ὅτι ἀπώλετο καὶ οὐκέτι ἔρχονται ἐκ γῆς κιτιαίων ἦκται αἰχμάλωτος [No book]
[2]τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μεταβόλοι φοινίκης διαπερῶντες τὴν θάλασσαν [No book]
[3]ἐν ὕδατι πολλῷ σπέρμα μεταβόλων ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν [No book]
[4]αἰσχύνθητι σιδών εἶπεν ἡ θάλασσα ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους [No book]
[5]ὅταν δὲ ἀκουστὸν γένηται αἰγύπτῳ λήμψεται αὐτοὺς ὀδύνη περὶ τύρου [No book]
[6]ἀπέλθατε εἰς καρχηδόνα ὀλολύξατε οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ [No book]
[7]οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν [No book]
[8]τίς ταῦτα ἐβούλευσεν ἐπὶ τύρον μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει οἱ ἔμποροι αὐτῆς ἔνδοξοι ἄρχοντες τῆς γῆς [No book]
[9]κύριος σαβαωθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς [No book]
[10]ἐργάζου τὴν γῆν σου καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ καρχηδόνος [No book]
[11]ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν ἡ παροξύνουσα βασιλεῖς κύριος σαβαωθ ἐνετείλατο περὶ χανααν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν [No book]
[12]καὶ ἐροῦσιν οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα σιδῶνος καὶ ἐὰν ἀπέλθῃς εἰς κιτιεῖς οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται [No book]
[13]καὶ εἰς γῆν χαλδαίων καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν ἀσσυρίων οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν [No book]
[14]ὀλολύζετε πλοῖα καρχηδόνος ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν [No book]
[15]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως ὡς χρόνος ἀνθρώπου καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται τύρος ὡς ἆσμα πόρνης [No book]
[16]λαβὲ κιθάραν ῥέμβευσον πόλεις πόρνη ἐπιλελησμένη καλῶς κιθάρισον πολλὰ ἆσον ἵνα σου μνεία γένηται [No book]
[17]καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς τύρου καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης [No book]
[18]καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τῷ κυρίῳ οὐκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου [No book]
Source: sacred-texts.org
Translation: Charles H. Hoole (1885)
Source: www.earlychristianwritings.com
Top