«
The Septuagint
LXX
Shem Tob's Hebrew Matthew (1400)
ShemTob
[1]ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ [No book]
[2]καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει [No book]
[3]φθορᾷ φθαρήσεται ἡ γῆ καὶ προνομῇ προνομευθήσεται ἡ γῆ τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα [No book]
[4]ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς [No book]
[5]ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον [No book]
[6]διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι [No book]
[7]πενθήσει οἶνος πενθήσει ἄμπελος στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν [No book]
[8]πέπαυται εὐφροσύνη τυμπάνων πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν πέπαυται φωνὴ κιθάρας [No book]
[9]ᾐσχύνθησαν οὐκ ἔπιον οἶνον πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν [No book]
[10]ἠρημώθη πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν [No book]
[11]ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς [No book]
[12]καὶ καταλειφθήσονται πόλεις ἔρημοι καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται [No book]
[13]ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν οὕτως καλαμήσονται αὐτούς καὶ ἐὰν παύσηται ὁ τρύγητος [No book]
[14]οὗτοι φωνῇ βοήσονται οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης [No book]
[15]διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται κύριε ὁ θεὸς ισραηλ [No book]
[16]ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν ἐλπὶς τῷ εὐσεβεῖ καὶ ἐροῦσιν οὐαὶ τοῖς ἀθετοῦσιν οἱ ἀθετοῦντες τὸν νόμον [No book]
[17]φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς [No book]
[18]καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς [No book]
[19]ταραχῇ ταραχθήσεται ἡ γῆ καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ [No book]
[20]ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ ὡς ὁ μεθύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι κατίσχυσεν γὰρ ἐπ αὐτῆς ἡ ἀνομία [No book]
[21]καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς [No book]
[22]καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν [No book]
[23]καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος ὅτι βασιλεύσει κύριος ἐν σιων καὶ ἐν ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται [No book]
Source: sacred-texts.org
Author: Shem-Tob ben Isaac Ibn Shaprut (14th century)

See information...
Top