«
The Septuagint
LXX
Aleppo Codex (~920)
Alep
[1]ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη εζεκιας ἕως θανάτου καὶ ἦλθεν πρὸς αὐτὸν ησαιας υἱὸς αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος τάξαι περὶ τοῦ οἴκου σου ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ [1]בימים ההם חלה חזקיהו למות ויבוא אליו ישעיהו בן אמוץ הנביא ויאמר אליו כה אמר יהוה צו לביתך־כי מת אתה ולא תחיה
[2]καὶ ἀπέστρεψεν εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς κύριον [2]ויסב חזקיהו פניו אל הקיר ויתפלל אל יהוה
[3]λέγων μνήσθητι κύριε ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα καὶ ἔκλαυσεν εζεκιας κλαυθμῷ μεγάλῳ [3]ויאמר אנה יהוה זכר נא את אשר התהלכתי לפניך באמת ובלב שלם והטוב בעיניך עשיתי ויבך חזקיהו בכי גדול
[4]καὶ ἐγένετο λόγος κυρίου πρὸς ησαιαν λέγων [4]ויהי דבר יהוה אל ישעיהו לאמר
[5]πορεύθητι καὶ εἰπὸν εζεκια τάδε λέγει κύριος ὁ θεὸς δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε [5]הלוך ואמרת אל חזקיהו כה אמר יהוה אלהי דוד אביך שמעתי את תפלתך ראיתי את דמעתך הנני יוסף על ימיך חמש עשרה שנה
[6]καὶ ἐκ χειρὸς βασιλέως ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ [6]ומכף מלך אשור אצילך ואת העיר הזאת וגנותי על העיר הזאת
[7]τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο [7]וזה לך האות מאת יהוה אשר יעשה יהוה את הדבר הזה אשר דבר
[8]τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς οὓς κατέβη ἡ σκιά [8]הנני משיב את צל המעלות אשר ירדה במעלות אחז בשמש אחרנית־עשר מעלות ותשב השמש עשר מעלות במעלות אשר ירדה
[9]προσευχὴ εζεκιου βασιλέως τῆς ιουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ [9]מכתב לחזקיהו מלך יהודה בחלתו ויחי מחליו
[10]ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα [10]אני אמרתי בדמי ימי אלכה־בשערי שאול פקדתי יתר שנותי
[11]εἶπα οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς οὐκέτι μὴ ἴδω ἄνθρωπον [11]אמרתי לא אראה יה יה בארץ החיים לא אביט אדם עוד עם יושבי חדל
[12]ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνεῦμά μου παρ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην [12]דורי נסע ונגלה מני־כאהל רעי קפדתי כארג חיי מדלה יבצעני מיום עד לילה תשלימני
[13]ἕως πρωὶ ὡς λέοντι οὕτως τὰ ὀστᾶ μου συνέτριψεν ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην [13]שויתי עד בקר כארי כן ישבר כל עצמותי מיום עד לילה תשלימני
[14]ὡς χελιδών οὕτως φωνήσω καὶ ὡς περιστερά οὕτως μελετήσω ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον ὃς ἐξείλατό με [14]כסוס עגור כן אצפצף אהגה כיונה דלו עיני למרום אדני עשקה לי ערבני
[15]καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς [15]מה אדבר ואמר לי והוא עשה אדדה כל שנותי על מר נפשי
[16]κύριε περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα [16]אדני עליהם יחיו ולכל בהן חיי רוחי ותחלימני והחיני
[17]εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου [17]הנה לשלום מר לי מר ואתה חשקת נפשי משחת בלי כי השלכת אחרי גוך כל חטאי
[18]οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου [18]כי לא שאול תודך מות יהללך לא ישברו יורדי בור אל אמתך
[19]οἱ ζῶντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου [19]חי חי הוא יודך כמוני היום אב לבנים יודיע אל אמתך
[20]κύριε τῆς σωτηρίας μου καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ [20]יהוה להושיעני ונגנותי ננגן כל ימי חיינו על בית יהוה
[21]καὶ εἶπεν ησαιας πρὸς εζεκιαν λαβὲ παλάθην ἐκ σύκων καὶ τρῖψον καὶ κατάπλασαι καὶ ὑγιὴς ἔσῃ [21]ויאמר ישעיהו ישאו דבלת תאנים וימרחו על השחין ויחי
[22]καὶ εἶπεν εζεκιας τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ [22]ויאמר חזקיהו מה אות כי אעלה בית יהוה
Source: sacred-texts.org
Source: unbound.biola.edu
Top