«
Young's Literal Translation
YLT
The Septuagint
LXX
[1]Keep silent towards Me, O isles, And the peoples pass on [to] power, They come nigh, then they speak, `Together -- to judgment we draw near.' [1]ἐγκαινίζεσθε πρός με νῆσοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν
[2]Who stirred up from the east a righteous one? He calleth him to His foot, He giveth before him nations, And kings He causeth him to rule, He giveth [them] as dust [to] his sword, As driven stubble [to] his bow. [2]τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν
[3]He pursueth them, he passeth over in safety A path with his feet he entereth not. [3]καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ
[4]Who hath wrought and done, Calling the generations from the first? I, Jehovah, the first, and with the last I [am] He. [4]τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι
[5]Seen have isles and fear, ends of the earth tremble, They have drawn near, yea, they come. [5]εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα
[6]Each his neighbour they help, And to his brother he saith, `Be strong.' [6]κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ
[7]And strengthen doth an artizan the refiner, A smoother [with] a hammer, Him who is beating [on] an anvil, Saying, `For joining it [is] good,' And he strengtheneth it with nails, it is not moved! [7]ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται
[8]-- And thou, O Israel, My servant, Jacob, whom I have chosen, Seed of Abraham, My lover, [8]σὺ δέ ισραηλ παῖς μου ιακωβ ὃν ἐξελεξάμην σπέρμα αβρααμ ὃν ἠγάπησα
[9]Whom I have taken hold of, from the ends of the earth, And from its near places I have called thee, And I say to thee, My servant Thou [art], I have chosen thee, and not rejected thee. [9]οὗ ἀντελαβόμην ἀπ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι παῖς μου εἶ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε
[10]Be not afraid, for with thee I [am], Look not around, for I [am] thy God, I have strengthened thee, Yea, I have helped thee, yea, I upheld thee, With the right hand of My righteousness. [10]μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι μὴ πλανῶ ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου
[11]Lo, all those displeased with thee, They are ashamed and blush, They are as nothing, yea, perish Do the men who strive with thee. [11]ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου
[12]Thou seekest them, and findest them not, The men who debate with thee, They are as nothing, yea, as nothing, The men who war with thee. [12]ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε
[13]For I, Jehovah thy God, Am strengthening thy right hand, He who is saying to thee, `Fear not, I have helped thee.' [13]ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου ὁ λέγων σοι μὴ φοβοῦ
[14]Fear not, O worm Jacob, ye men of Israel, I helped thee, an affirmation of Jehovah, Even thy redeemer, the Holy One of Israel. [14]ιακωβ ὀλιγοστὸς ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει ὁ θεὸς ὁ λυτρούμενός σε ισραηλ
[15]Lo, I have set thee for a new sharp threshing instrument, Possessing teeth, thou threshest mountains, And beatest small, and hills as chaff thou makest. [15]ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις
[16]Thou winnowest them, and a wind lifteth them up, And a whirlwind scattereth them, And thou -- thou rejoicest in Jehovah, In the Holy One of Israel dost boast thyself. [16]καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερεῖ αὐτούς σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις ισραηλ καὶ ἀγαλλιάσονται
[17]The poor and the needy are seeking water, And there is none, Their tongue with thirst hath failed, I, Jehovah do answer them, The God of Israel -- I forsake them not. [17]οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη ἐγὼ κύριος ὁ θεός ἐγὼ ἐπακούσομαι ὁ θεὸς ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς
[18]I open on high places rivers, And in midst of valleys fountains, I make a wilderness become a pond of water, And a dry land become springs of water. [18]ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς
[19]I give in a wilderness the cedar, Shittah, and myrtle, and oil-tree, I set in a desert the fir-pine and box-wood together. [19]θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην
[20]So that they see, and know, And regard, and act wisely together, For the hand of Jehovah hath done this, And the Holy One of Israel hath prepared it. [20]ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ ισραηλ κατέδειξεν
[21]Bring near your cause, saith Jehovah, Bring nigh your mighty ones, saith the king of Jacob. [21]ἐγγίζει ἡ κρίσις ὑμῶν λέγει κύριος ὁ θεός ἤγγισαν αἱ βουλαὶ ὑμῶν λέγει ὁ βασιλεὺς ιακωβ
[22]They bring nigh, and declare to us that which doth happen, The first things -- what they [are] declare ye, And we set our heart, and know their latter end, Or the coming things cause us to hear. [22]ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται ἢ τὰ πρότερα τίνα ἦν εἴπατε καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν
[23]Declare the things that are coming hereafter, And we know that ye [are] gods, Yea, ye may do good or do evil, And we look around and see [it] together. [23]ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὖ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα
[24]Lo, ye [are] of nothing, and your work of nought, An abomination -- it fixeth on you. [24]ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς
[25]I have stirred up [one] from the north, And he cometh, From the rising of the sun he calleth in My name, And he cometh in [on] prefects as [on] clay, And as a potter treadeth down mire. [25]ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ ἡλίου ἀνατολῶν κληθήσονται τῷ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν οὕτως καταπατηθήσεσθε
[26]Who hath declared from the first, and we know? And beforetime, and we say, `Righteous?' yea, there is none declaring, Yea, there is none proclaiming, Yea, there is none hearing your sayings. [26]τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους
[27]First to Zion, Behold, behold them, And to Jerusalem one proclaiming tidings I give, [27]ἀρχὴν σιων δώσω καὶ ιερουσαλημ παρακαλέσω εἰς ὁδόν
[28]And I see that there is no man, Yea, of these that there is no counsellor, And I ask them, and they return word: [28]ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθῶσίν μοι
[29]`Lo, all of them [are] vanity, Nought [are] their works, Wind and emptiness their molten images!' [29]εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς καὶ μάτην οἱ πλανῶντες ὑμᾶς
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top