«
The Septuagint
LXX
The Bishops' Bible (1568)
Bishop
[1]ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε [1]Hearken vnto me ye that holde of ryghteousnesse, and ye that seeke the Lorde: take heede to ye stone wherout ye are hewen, and to the graue wherout ye are digged
[2]ἐμβλέψατε εἰς αβρααμ τὸν πατέρα ὑμῶν καὶ εἰς σαρραν τὴν ὠδίνουσαν ὑμᾶς ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν [2]Consider Abraham your father, and Sara that bare you, how that I called hym alone, and blessed hym, and encreased hym
[3]καὶ σὲ νῦν παρακαλέσω σιων καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον κυρίου εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως [3]Therfore shall the Lorde comfort Sion, and repayre all her decay, makyng her desert as a paradise, and her wildernesse as the garden of the Lorde: Mirth and ioy shalbe founde there, thankesgeuyng and the voyce of prayse
[4]ἀκούσατέ μου ἀκούσατε λαός μου καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε ὅτι νόμος παρ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν [4]Haue respect vnto me then O my people both high & lowe, and lay thine eare vnto me: for a lawe and an ordinaunce shall go foorth fro me, to lyghten the gentiles
[5]ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν ἐμὲ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν [5]It is harde by that my health and my ryghteousnesse shall go foorth, and the people shalbe ordered with mine arme: the ilandes [that is the gentiles] shall hope in me, and put their trust in myne arme
[6]ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ [6]Lyft vp your eyes towarde heauen, and loke vpon the earth beneath: for the heauens shall vanishe away lyke smoke, and the earth shal waxe olde like a garment, and they that dwell therein shall perishe in lyke maner: But my saluation shall endure for euer, and my ryghteousnesse shall not ceasse
[7]ἀκούσατέ μου οἱ εἰδότες κρίσιν λαός μου οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε [7]Hearken vnto me ye that haue knowledge in ryghteousnesse, thou people that bearest my lawe in thyne heart: feare not the reuilynges of men, be not afrayde of their blasphemies
[8]ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν [8]For wormes and mothes shall eate them vp lyke cloth and wooll: but my ryghteousnesse shall endure for euer, and my sauyng health from generation to generation
[9]ἐξεγείρου ἐξεγείρου ιερουσαλημ καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας ὡς γενεὰ αἰῶνος οὐ σὺ εἶ [9]Wake vp, wake vp, and be strong O thou arme of the Lorde, wake vp, lyke as in tyme past, euer, and since the world began
[10]ἡ ἐρημοῦσα θάλασσαν ὕδωρ ἀβύσσου πλῆθος ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις [10]Art not thou the same arme that hast wounded the proude, and hewen the dragon in peeces? Art not thou euen the same which hast dryed vp the deepe of the sea, which hast made playne the sea grounde, that the deliuered myght go through
[11]καὶ λελυτρωμένοις ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς σιων μετ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός [11]Therfore the redeemed of the Lorde shall turne agayne, & come with ioy vnto Sion, continuall ioy shalbe on their head, and mirth and gladnesse shalbe with them, and sorowe and wo shall flee from them
[12]ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν [12]Yea I, [euen] I am he that in all thynges geueth you consolation: What art thou then that fearest a mortall man & the childe of man, which goeth away as doth the floure
[13]καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε [13]And forgettest the Lorde that made thee, that spread out the heauens, and layde the foundation of the earth: but thou art euer afrayde for the syght of thyne oppressour, which is redy to do harme: where is the wrath of the oppressour
[14]ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ [14]The exile maketh haste to be loosed, that he dye not in prison, and that his bread fayle hym not
[15]ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς κύριος σαβαωθ ὄνομά μοι [15]I am the Lord thy God that deuide the sea, & his waues shall rage, whose name is the Lorde of hoastes
[16]θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν καὶ ἐρεῖ σιων λαός μου εἶ σύ [16]I haue put my wordes in thy mouth, and haue defended thee in the shadowe of my hande, that I may plant the heauens, & lay the foundation of the earth, and say vnto Sion: thou art my people
[17]ἐξεγείρου ἐξεγείρου ἀνάστηθι ιερουσαλημ ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς κυρίου τὸ ποτήριον γὰρ τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας [17]Awake, awake, and stande vp O Hierusalem, thou that from the hande of the Lorde hast drunken out the cup of his wrath, thou that hast supped of and sucked out the slumbryng cuppe to the bottome
[18]καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας [18]For among all the sonnes whom he hath begotten, there is not one that may holde it vp, and not one to leade it by the hande of all the sonnes that he hath norished
[19]δύο ταῦτα ἀντικείμενά σοι τίς σοι συλλυπηθήσεται πτῶμα καὶ σύντριμμα λιμὸς καὶ μάχαιρα τίς σε παρακαλέσει [19]Both these thinges are happened vnto thee, but who is sory for it? yea destruction, wastyng, hunger, and sworde, but who wyll comfort thee
[20]οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον οἱ πλήρεις θυμοῦ κυρίου ἐκλελυμένοι διὰ κυρίου τοῦ θεοῦ [20]Thy sonnes lye comfortlesse at the head of euery streete like a take venison, and are full of the terrible wrath of the Lorde, and punishment of thy God
[21]διὰ τοῦτο ἄκουε τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου [21]And therfore thou miserable and drunken (howbeit not with wine) heare this
[22]οὕτως λέγει κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό [22]Thus saith the Lorde, thy Lorde and God, the defendour of his people: Beholde, I wyll take the slumbryng cup out of his hande, euen the cup with the dregges of my wrath, that from hencefoorth thou shalt neuer drinke it more
[23]καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε οἳ εἶπαν τῇ ψυχῇ σου κύψον ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις [23]But I wil put it into their hande that trouble thee, which haue spoken to thy soule, Stoupe downe, that we may go ouer thee, make thy body euen with the grounde, and as the streete to go vpon
Source: sacred-texts.org
Source: studybible.org
Top