|
[1]James a servant of God, and of the Lord JESUS CHRIST, to the twelve Tribes, which are scattered abroad, salutation. |
[1]Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν. |
[2]My brethren, count it exceeding joy, when ye fall into diverse temptations, |
[2]Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, |
[3]Knowing that the trying of your faith bringeth forth patience, |
[3]γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· |
[4]And let patience have her perfect work, that ye may be perfect and entire, lacking nothing. |
[4]ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. |
[5]If any of you lack wisdom, let him ask of God, which giveth to all men liberally, and reproacheth no man, and it shall be given him. |
[5]εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. |
[6]But let him ask in faith, and waver not: for he that wavereth, is like a wave of the sea, tossed of the wind, and carried away. |
[6]αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. |
[7]Neither let that man think that he shall receive any thing of the Lord. |
[7]μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου. |
[8]A wavering minded man is unstable in all his ways. |
[8]ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. |
[9]Let the brother of low degree rejoice in that he is exalted: |
[9]καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, |
[10]Again he that is rich, in that he is made low: for as the flower of the grass, shall he vanish away. |
[10]ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. |
[11]For as when the sun riseth with heat, then the grass withereth, and his flower falleth away, and the beauty of the fashion of it perisheth: even so shall the rich man fade away in all his ways. |
[11]ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. |
[12]Blessed is the man, that endureth temptation: for when he is tried, he shall receive the crown of life, which the Lord hath promised to them that love him. |
[12]μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. |
[13]Let no man say when he is tempted, I am tempted of God: for God cannot be tempted with evil, neither tempteth he any man. |
[13]μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα· |
[14]But every man is tempted, when he is drawn away by his own concupiscence, and is enticed. |
[14]ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· |
[15]Then when lust hath conceived, it bringeth forth sin, and sin when it is finished, bringeth forth death. |
[15]εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. |
[16]Err not, my dear brethren. |
[16]Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί· |
[17]Every good giving, and every perfect gift is from above, and cometh down from the Father of lights, with whom is no variableness, neither shadowing by turning. |
[17]πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ̕ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. |
[18]Of his own will begat he us with the word of truth, that we should be as the first fruits of his creatures. |
[18]βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων. |
[19]Wherefore my dear brethren, let every man be swift to hear, slow to speak, and slow to wrath. |
[19]Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν. |
[20]For the wrath of man doth not accomplish the righteousness of God. |
[20]ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. |
[21]Wherefore lay apart all filthiness, and superfluity of maliciousness, and receive with meekness the word that is grafted in you, which is able to save your souls. |
[21]διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. |
[22]And be ye doers of the word, and not hearers only, deceiving your own selves. |
[22]γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς. |
[23]For if any hear the word, and do it not, he is like unto a man, that beholdeth his natural face in a glass. |
[23]ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· |
[24]For when he hath considered himself, he goeth his way, and forgetteth immediately what manner of one he was. |
[24]κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. |
[25]But who so looketh in the perfect Law of liberty, and continueth therein, he not being a forgetful hearer, but a doer of the work, shall be blessed in his deed. |
[25]ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται. |
[26]If any man among you seemeth religious, and restraineth not his tongue, but deceiveth his own heart, this man's religion is vain. |
[26]Εἴ τις δοκεῖ θρῆσκος εἶναι, μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. |
[27]Pure religion and undefiled before God, even the Father, is this, to visit the fatherless, and widows in their adversity, and to keep himself unspotted of the world. |
[27]θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου. |