|
[1]Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τῆς δόξης. |
[1]My brethren, have not the faith of our glorious Lord Jesus Christ in respect of persons. |
[2]ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, |
[2]For if there come into your company a man with a gold ring, and in goodly apparel, and there come in also a poor man in vile raiment, |
[3]καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε αὐτῷ, σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου, |
[3]And ye have a respect to him that weareth the gay clothing; and say unto him, Sit thou here in a good place, and say unto the poor, Stand thou there, or sit here under my footstool, |
[4]καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; |
[4]Are ye not partial in yourselves, and are become judges of evil thoughts? |
[5]᾿Ακούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; |
[5]Hearken my beloved brethren, hath not God chosen the poor of this world, that they should be rich in faith, and heirs of the kingdom which he promised to them that love him? |
[6]ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; |
[6]But ye have despised the poor. Do not the rich oppress you by tyranny, and do not they draw you before the judgment seats? |
[7]οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς; |
[7]Do not they blaspheme the worthy Name after which ye be named? |
[8]εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· |
[8]But if ye fulfill the royal Law according to the Scripture, which saith, Thou shalt love thy neighbor as thyself, ye do well. |
[9]εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. |
[9]But if ye regard the persons, ye commit sin, and are rebuked of the Law, as transgressors. |
[10]ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. |
[10]For whosoever shall keep the whole Law, and yet faileth in one point, he is guilty of all. |
[11]ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. |
[11]For he that said, Thou shalt not commit adultery, said also, Thou shalt not kill. Now though thou doest none adultery, yet if thou killest, thou art a transgressor of the Law. |
[12]οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι· |
[12]So speak ye, and so do, as they that shall be judged by the Law of liberty. |
[13]ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως. |
[13]For there shall be judgment merciless to him that showeth no mercy, and mercy rejoiceth against judgment. |
[14]Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; |
[14]What availeth it, my brethren, though a man saith he hath faith, when he hath no works? Can the faith save him? |
[15]ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, |
[15]For if a brother or a sister be naked and destitute of daily food, |
[16]εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; |
[16]And one of you say unto them, Depart in peace: warm yourselves, and fill your bellies, notwithstanding ye give them not those things which are needful to the body, what helpeth it? |
[17]οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἑαυτήν. |
[17]Even so the faith, if it have no works, is dead in itself. |
[18]ἀλλ᾽ ἐρεῖ τις· σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. |
[18]But some man might say, Thou hast the faith, and I have works: show me thy faith out of thy works, and I will show thee my faith by my works. |
[19]σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι. |
[19]Thou believest that there is one God: thou doest well: the devils also believe it, and tremble. |
[20]θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; |
[20]But wilt thou understand, O thou vain man, that the faith which is without works, is dead? |
[21]᾿Αβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; |
[21]Was not Abraham our father justified through works, when he offered Isaac his son upon the altar? |
[22]βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, |
[22]Seest thou not that the faith wrought with his works? And through the works was the faith made perfect. |
[23]καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· ἐπίστευσε δὲ ᾿Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. |
[23]And the Scripture was fulfilled which saith, Abraham believed God, and it was imputed unto him for righteousness: and he was called the friend of God. |
[24]ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. |
[24]Ye see then how that of works a man is justified, and not of faith only. |
[25]ὁμοίως δὲ καὶ ῾Ραὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; |
[25]Likewise also was not Rahab the harlot justified through works, when she had received the messengers, and sent them out another way? |
[26]ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. |
[26]For as the body without the spirit is dead, even so the faith without works is dead. |