«
The Bishops' Bible (1568)
Bishop
The Septuagint
LXX
[1]But within a while after, euen in the time of wheat haruest, Sason visited his wife with a kyd, saying: I wil go in to my wyfe into the chaumber. But her father woulde not suffer him to go in [1]καὶ ἐγένετο μεθ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο σαμψων τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸ ταμιεῖον καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν
[2]And her father sayde, I thought that thou haddest hated her, & therfore gaue I her to thy companion: Is not her younger sister fayrer then she? Take her I pray thee, in steade of the other [2]καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν ἔστω δή σοι ἀντὶ αὐτῆς
[3]Samson sayde vnto hym: Nowe am I more blamelesse then the Philistines, and therfore will I do them displeasure [3]καὶ εἶπεν αὐτοῖς σαμψων ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων ὅτι ποιῶ ἐγὼ μετ αὐτῶν πονηρίαν
[4]And Samson went out, and caught three hundred foxes, & toke firebrandes, and turned them tayle to tayle, and put a firebrand in the middes betweene two tayles [4]καὶ ἐπορεύθη σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ ἐπέστρεψεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων καὶ ἔδησεν
[5]And when he had set the brandes on fire, he sent them out into the standyng corne of the Philistines, & burnt vp both the reaped corne, and also the standing, with the vineyardes and oliues [5]καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας
[6]Then the Philistines sayd: Who hath done this? And they aunswered: Samson the sonne in lawe of the Thamnite, because he had taken his wife, & geuen her to his companion. And the Philistines came vp, and burnt her and her father with fire [6]καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν σαμψων ὁ νυμφίος τοῦ θαμνι ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί
[7]And Samson said vnto them: Though ye haue done this, yet will I be auenged of you, and then I will ceasse [7]καὶ εἶπεν αὐτοῖς σαμψων ἐὰν ποιήσητε οὕτως ταύτην ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω
[8]And he smote them legge and thygh with a myghtie plague, and then he went & dwelt in the toppe of the rocke Etam [8]καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας ηταμ
[9]Then the Philistines came vp, and pytched in Iuda, and camped in Lehi [9]καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν ιουδα καὶ ἐξερρίφησαν ἐν λευι
[10]And the men of Iuda sayde: Why are ye come vp vnto vs? They aunswered: To bynde Samson are we come vp, & to do to hym, as he hath done to vs [10]καὶ εἶπαν ἀνὴρ ιουδα εἰς τί ἀνέβητε ἐφ ἡμᾶς καὶ εἶπον οἱ ἀλλόφυλοι δῆσαι τὸν σαμψων ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν
[11]Then three thonsande men of Iuda went to the toppe of the rocke Etam, & sayde to Samson: Wottest thou not that the Philistines are rulers ouer vs? Wherfore then hast thou done thus vnto vs? He aunswered them: As they dyd vnto me, so haue I done vnto them [11]καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ ιουδα εἰς τρυμαλιὰν πέτρας ηταμ καὶ εἶπαν τῷ σαμψων οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν καὶ τί τοῦτο ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς σαμψων ὃν τρόπον ἐποίησάν μοι οὕτως ἐποίησα αὐτοῖς
[12]And they sayd vnto him agayne: We are come to bynde thee, and to deliuer thee into ye hande of the Philistines. And Samson said vnto them: Sweare vnto me, that ye shall not fal vpon me your selues [12]καὶ εἶπαν αὐτῷ δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς σαμψων ὀμόσατέ μοι μήποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς
[13]They aunswered him, saying: No, but we will bynde thee, & delyuer thee vnto their handes: but we wyll not kyll thee. And they bounde hym with two new cordes, and brought him from the rocke [13]καὶ εἶπον αὐτῷ λέγοντες οὐχί ὅτι ἀλλ ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης
[14]And when he came to Lehi, the Philistines showted agaynst him: And the spirite of the Lord came vpon him, and the cordes that were vpon his armes, became as flaxe that was burnt with fire, for the bandes loosed from of his handes [14]καὶ ἦλθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ ἥλατο ἐπ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ
[15]And he founde a newe iawe bone of an Asse, & put foorth his hande, and caught it, and slue a thousande men therwith [15]καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας
[16]And Samson sayde: With the iawe of an Asse, heapes vpon heapes: with the iawe of an Asse haue I slayne a thousande men [16]καὶ εἶπεν σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας
[17]And when he had left speakyng, he cast away the iawe bone out of his hande, and called the place Ramath Lehi [17]καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον ἀναίρεσις σιαγόνος
[18]And he was sore a thyrst, and called on the Lord, and sayde: Thou hast geuen this great victory in the hande of thy seruaunt: and nowe I must dye for thirst, and fall into the handes of the vncircumcised [18]καὶ ἐδίψησεν σφόδρα καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων
[19]But God brake a great tooth that was in the iawe, & there came water therout, and when he had drunke, his spirite came agayne, & he was refreshed: wherfore the name thereof was called vnto this day, The well of the caller on: which came of the iawe [19]καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς πηγὴ τοῦ ἐπικαλουμένου ἥ ἐστιν ἐν σιαγόνι ἕως τῆς ἡμέρας ταύτης
[20]And he iudged Israel in the dayes of the Philistines, twentie yeres [20]καὶ ἔκρινεν τὸν ισραηλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη
Source: studybible.org
Source: sacred-texts.org
Top