«
The Septuagint
LXX
Wycliffe's English Translation (1388)
Wyc
[1]ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ισραηλ καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ δαν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν ισραηλ κληρονομία [1]In tho daies was no kyng in Israel; and the lynage of Dan souyte possessioun to it silf, to dwelle ther ynne; for `til to that dai it hadde not take eritage among other lynagis.
[2]καὶ ἀπέστειλαν οἱ υἱοὶ δαν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ σαραα καὶ ἀπὸ εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν καὶ ἦλθον ἕως ὄρους εφραιμ ἕως οἴκου μιχαια καὶ ηὐλίσθησαν ἐκεῖ [2]Therfor the sones of Dan senten fyue the strongeste men of her generacioun and meynee fro Saraa and Escahol, that thei schulden aspie the lond, and biholde diligentli. And thei seiden to hem, Go ye, and biholde the lond. And whanne thei goynge hadden come in to the hil of Effraym, and hadden entrid in to the hows of Mycha, thei restiden there.
[3]αὐτοὶ ἐν οἴκῳ μιχαια καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ τίς ἤνεγκέν σε ὧδε καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ καὶ τί σοι ὧδε [3]And thei knewen the voys of the yong wexynge dekene; and thei restiden in `the yn of hym, and seiden to hym, Who brouyte thee hidur? What doist thou here? For what cause woldist thou come hidur?
[4]καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι μιχαιας καὶ ἐμισθώσατό με καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα [4]Which answeride `to hem, Mychas yaf to me these and these thingis, and hiride me for meede, that Y be preest to hym.
[5]καὶ εἶπαν αὐτῷ ἐρώτησον δὴ ἐν τῷ θεῷ καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ [5]Forsothe thei preieden hym, that he schulde counsele the Lord, and thei myyten wite, whether thei yeden in weie of prosperite, and the thing schulde haue effect.
[6]καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς πορεύεσθε ἐν εἰρήνῃ ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ [6]Which answeride to hem, Go ye with pees, the Lord biholdith youre weie, and the iourney whidur ye goon.
[7]καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς λαισα καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ ἐλπίδι ὡς κρίσις σιδωνίων ἡσυχάζουσα καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ κληρονόμος ἐκπιέζων θησαυροῦ καὶ μακράν εἰσιν σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον [7]Therfor the fyue men yeden, and camen to Lachys; and thei siyen the puple dwellynge ther ynne with outen ony drede, bi the custom of Sidonyis, sikur and resteful, for no man outirli ayenstood hem, and `of grete richessis, and fer fro Sidon, and departid fro alle men.
[8]καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς σαραα καὶ εσθαολ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν τί ὑμεῖς κάθησθε [8]And thei turneden ayen to her britheren in Saraa and Escahol; and thei answeriden to `britheren axynge what thei hadden do,
[9]καὶ εἶπαν ἀνάστητε καὶ ἀναβῶμεν ἐπ αὐτούς ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς ἡσυχάζετε μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν [9]Rise ye, and stie we to hem, for we siyen the lond ful riche and plenteuous; nyle ye be necgligent, nil ye ceesse, go we, and haue it in possessioun;
[10]καὶ ἡνίκα ἂν ἔλθητε εἰσελεύσεσθε πρὸς λαὸν ἐπ ἐλπίδι καὶ ἡ γῆ πλατεῖα ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ [10]no trauel schal be; we schulen entre to sikir men, in to a largeste cuntrey; and the Lord schal bitake to vs a place, wher ynne is not pouert of ony thing of tho that ben brouyt forth in erthe.
[11]καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ δαν ἀπὸ σαραα καὶ ἀπὸ εσθαολ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως [11]Therfor sixe hundrid men gird with armeris of batel yeden forth `of the kynrede of Dan, that is, fro Saraa and Escahol.
[12]καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν καριαθιαριμ ἐν ιουδα διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ παρεμβολὴ δαν ἕως τῆς ἡμέρας ταύτης ἰδοὺ ὀπίσω καριαθιαριμ [12]And thei stieden, and dwelliden in Cariathiarym of Juda, which place took fro that tyme the name of Castels of Dan, and is bihyndis the bak of Cariathiarym.
[13]καὶ παρῆλθον ἐκεῖθεν ὄρος εφραιμ καὶ ἦλθον ἕως οἴκου μιχαια [13]Fro thennus thei passiden in to the hil of Effraym; and whanne thei hadden come to the hows of Mychas, the fyue men,
[14]καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν λαισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ εφωδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νῦν γνῶτε ὅ τι ποιήσετε [14]that weren sent bifore to biholde the lond of Lachis, seiden to her other britheren, Ye knowen, that ephod, and theraphyn, and a grauun ymage and yotun is in these housis; se ye what plesith you.
[15]καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ λευίτου οἶκον μιχαια καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην [15]And whanne thei hadden bowid a litil, thei entriden in to the hows of the yong dekene, that was in the hows of Mychas, and thei gretten hym with pesible wordis.
[16]καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης οἱ ἐκ τῶν υἱῶν δαν [16]Forsothe sixe hundrid men stoden bifore the dore, so as thei weren armed. And thei, that entriden in to the `hows of the yong man, enforsiden to take awey the grauun ymage, and the ephod, and theraphin, and the yotun ymage; and the preest stood bifore the dore,
[17]καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν [17]while sixe hundrid strongeste men abideden not fer.
[18]καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον μιχαια καὶ ὁ ἱερεὺς ἑστώς καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμεῖς ποιεῖτε [18]Therfor thei that entriden token the grauun ymage, ephod, and idols, and the yotun ymage; to whiche the preest seide, What doen ye?
[19]καὶ εἶπαν αὐτῷ κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ ἡμῶν καὶ γενοῦ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον ισραηλ [19]To whom thei answeriden, Be thou stille, and putte the fyngur on thi mouth, and come with vs, that we haue thee fadir and preest. What is betere to thee, that thou be preest in the hows of o man, whether in o lynage and meynee in Israel?
[20]καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ [20]And whanne he hadde herd this, he assentide to `the wordis of hem, and he took the ephod, and ydols, and the grauun ymage, and yede forth with hem.
[21]καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν [21]And whanne thei yeden, and hadden maad the litle children, and werk beestis, and al thing that was preciouse, to go bifor hem;
[22]αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου μιχαια καὶ ἰδοὺ μιχαιας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου μιχαια ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς δαν [22]and whanne thei weren now fer fro `the hows of Mychas, men that dwelliden in the housis of Mychas, crieden togidere, and sueden,
[23]καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ δαν καὶ εἶπαν τῷ μιχαια τί ἐστίν σοι ὅτι ἐβόησας [23]and bigunnun to crye `aftir the bak. Whiche whanne thei hadden biholde, seiden to Mychas, What wolt thou to thee? whi criest thou?
[24]καὶ εἶπεν μιχαιας ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε καὶ τί ἐμοὶ ἔτι καὶ τί τοῦτο λέγετε πρός με τί κράζεις [24]Which answeride, Ye han take awey my goddis whiche Y made to me, and the preest, and alle thingis whiche Y haue; and ye seien, What is to thee?
[25]καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ δαν μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ ἡμῶν μήποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου [25]And the sones of Dan seiden to hym, Be war, lest thou speke more to vs, and men styrid in soule come to thee, and thou perische with al thin hows.
[26]καὶ ἐπορεύθησαν οἱ υἱοὶ δαν εἰς ὁδὸν αὐτῶν καὶ εἶδεν μιχαιας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ [26]And so thei yeden forth in the iourney bigunnun. Forsothe Mychas siy, that thei weren strongere than he, and turnede ayen in to his hows.
[27]καὶ οἱ υἱοὶ δαν ἔλαβον ὃ ἐποίησεν μιχαιας καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ καὶ ἦλθον ἐπὶ λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί [27]Forsothe sixe hundrid men token the preest, and the thingis whiche we biforseiden, and camen in to Lachis to the puple restynge and sikur; and thei smytiden hem bi the scharpnesse of swerd, and bitoken the citee to brennyng,
[28]καὶ οὐκ ἦν ὁ ῥυόμενος ὅτι μακράν ἐστιν ἀπὸ σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου ρααβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ [28]while no man outirli yaf help, for thei dwelliden fer fro Sydon, and hadden not ony thing of felouschipe and cause with ony of men. Forsothe the citee was set in the cuntrei of Roob; which citee thei bildiden eft, and dwelliden ther ynne;
[29]καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως δαν ἐν ὀνόματι δαν πατρὸς αὐτῶν ὃς ἐτέχθη τῷ ισραηλ καὶ ουλαμαις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον [29]while the name of the citee was clepid Dan, bi the name of her fadir, whom Israel hadde gendrid, which citee was seid Lachis bifore.
[30]καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ δαν τὸ γλυπτόν καὶ ιωναθαμ υἱὸς γηρσομ υἱὸς μανασση αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ δαν ἕως ἡμέρας ἀποικίας τῆς γῆς [30]And `thei settiden there the grauun ymage, and Jonathas, sone of Jerson, sone of Moises, and `Jonathas sones, preestis, in the lynage of Dan, til in to the dai of her caitifte.
[31]καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτόν ὃ ἐποίησεν μιχαιας πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν σηλωμ [31]And the idol of Mychas dwellide at hem, in al the tyme `in which the hows of God was in Silo. In tho daies was no kyng in Israel.
Source: sacred-texts.org
Author: John Wycliffe (1328 – 1384)
Top