|
[1]Also in those dayes, when there was no kyng in Israel, a certayne Leuite soiournyng on the syde of mount Ephraim, toke to wyfe a concubine out of Bethlehem Iuda |
[1]καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ οὐκ ἦν βασιλεὺς ἐν ισραηλ καὶ ἐγένετο ἀνὴρ λευίτης παροικῶν ἐν μηροῖς ὄρους εφραιμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ βηθλεεμ ιουδα |
[2]And his concubine played the whore by him, and went awaye from him vnto her fathers house to Bethlehem Iuda, and there continued foure monethes |
[2]καὶ ἐπορεύθη ἀπ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν παρ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς βηθλεεμ ιουδα καὶ ἦν ἐκεῖ ἡμέρας τεσσάρων μηνῶν |
[3]And her husbande arose, and went after her, to speake frendly vnto her, and to bryng her agayne, hauyng his lad with him, and a couple of asses: And she brought hym vnto her fathers house, & when the father of the damosell sawe hym, he reioyced of his commyng |
[3]καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ καὶ νεανίας αὐτοῦ μετ αὐτοῦ καὶ ζεῦγος ὄνων καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ |
[4]And his father in lawe, the damosels father, retayned hym, and he abode with hym three dayes: and so they dyd eate and drinke, and lodged there |
[4]καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ |
[5]The fourth day whan they arose early in the mornyng, the man stoode vp, to depart. And the damosels father sayde vnto his sonne in lawe: Comfort thyne heart with a morsell of bread, and then go your way |
[5]καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη τοῦ πορευθῆναι καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ στήρισόν σου τὴν καρδίαν ψωμῷ ἄρτου καὶ μετὰ τοῦτο πορεύσεσθε |
[6]And they sate downe, and dyd eate and drincke both of them together. And the damosels father sayde vnto the man: Be content I pray thee, and tary all nyght, and let thyne heart be mery |
[6]καὶ ἐκάθισεν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα ἄγε δὴ αὐλίσθητι καὶ ἀγαθυνθήσεται ἡ καρδία σου |
[7]And when the man stoode redy to depart, his father in lawe compelled hym: therfore he returned, and taryed all nyght there |
[7]καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκεῖ |
[8]And he rose vp early the fyfth day to departe, and the damosels father said: Comforte thyne hearte I pray thee. And they taryed vntyll after mydday: and they dyd eate both of them together |
[8]καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν καὶ ἔφαγον οἱ δύο |
[9]And when the man arose to depart with his concubine and his lad, his father in lawe the damosels father, sayd vnto hym: Behold nowe, the day goeth fast away, and draweth towarde euen, I pray you tary all night: Behold the sunne goeth to rest, lodge here, that thyne hearte may be mery: and to morowe get you early vpon your waye, that thou mayest get thee to thy tent |
[9]καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος ἰδοὺ δὴ ἠσθένησεν ἡ ἡμέρα εἰς τὴν ἑσπέραν αὐλίσθητι ὧδε καὶ ἀγαθυνθήσεται ἡ καρδία σου καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου |
[10]Neuerthelatere the man woulde not tary, but arose and departed, and came as farre as Iebus (which is Hierusalem) and his two asses laden, and his concubine with hym |
[10]καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἦλθεν ἕως ἀπέναντι ιεβους αὕτη ἐστὶν ιερουσαλημ καὶ μετ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτοῦ μετ αὐτοῦ |
[11]And when they were fast by Iebus, the day was sore spent, and the young man sayde vnto his maister: Come I pray thee, and let vs turne in into this citie of the Iebusites, and lodge al night there |
[11]καὶ ἤλθοσαν ἕως ιεβους καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ ιεβουσι ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ |
[12]His maister aunswered him: We wyll not turne into a straunge citie that are not of the children of Israel, we will go foorth to Gibea |
[12]καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν ισραηλ ὧδε καὶ παρελευσόμεθα ἕως γαβαα |
[13]And he sayd vnto his lad: Go forwarde and let vs drawe neare to one of these places to lodge all nyght, either in Gibea, or in Ram |
[13]καὶ εἶπεν τῷ νεανίᾳ αὐτοῦ δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν γαβαα ἢ ἐν ραμα |
[14]And they went forwarde vpon their way, and the sunne went downe vpon them when they were fast by Gibea, which belongeth to them of Beniamin |
[14]καὶ παρῆλθον καὶ ἐπορεύθησαν καὶ ἔδυ ὁ ἥλιος αὐτοῖς ἐχόμενα τῆς γαβαα ἥ ἐστιν τῷ βενιαμιν |
[15]And they turned thytherwarde to go in, and lodge all nyght in Gibea: And when he came, he sat him downe in a streate of the citie, for there was no man that toke them into his house to lodgyng |
[15]καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν γαβαα καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι |
[16]And behold, there came an olde man from his worke, out of the fielde at eue, which was also of mount Ephraim, and dwelt as a straunger in Gibea: But the men of the place, were the children of Iemini |
[16]καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους εφραιμ καὶ αὐτὸς παρῴκει ἐν γαβαα καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ βενιαμιν |
[17]And when he had lyft vp his eyes, he sawe a wayfaryng man in the streate of the citie: And the olde man sayde, Whyther goest thou? and whence commest thou |
[17]καὶ ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ |
[18]He aunswered hym: We come from Bethlehem Iuda towarde the syde of mount Ephraim, from thence am I: and I went to Bethlehem Iuda, and go nowe to the house of the Lorde, and there is no man that receaueth me to house |
[18]καὶ εἶπεν πρὸς αὐτόν παραπορευόμεθα ἡμεῖς ἀπὸ βηθλεεμ ιουδα ἕως μηρῶν ὄρους εφραιμ ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως βηθλεεμ ιουδα καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν |
[19]We haue strawe and prouender for our asses, and bread and wyne for me and thy handmayde, and for the lad that is with thy seruaunt: & we lacke nothing |
[19]καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοῖς ὄνοις ἡμῶν καὶ ἄρτοι καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παιδίων σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος |
[20]The olde man sayd: Peace be with thee, all that thou lackest shalt thou fynde with me: Only abyde not in the streate [all nyght] |
[20]καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πᾶν ὑστέρημά σου ἐπ ἐμέ πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ |
[21]And so he brought him into his house, and gaue fodder vnto the Asses: and they wasshed their feete, and dyd eate and drynke |
[21]καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησεν τοῖς ὄνοις καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον |
[22]And as they were makyng their heartes mery, beholde, the men of the citie which were wicked, beset the house rounde about, and thrust at the doore, & spake to the man of the house, the olde man, saying: Bring foorth the man that came into thyne house, that we may knowe him |
[22]αὐτοὶ δ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες ἐξένεγκε τὸν ἄνδρα ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου ἵνα γνῶμεν αὐτόν |
[23]And this man the maister of the house went out, and sayd vnto them: Oh, nay my brethren, do not so wickedly, seyng that this man is come into myne house, do not so vnmeete a thyng |
[23]καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπεν μή ἀδελφοί μὴ κακοποιήσητε δή μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην |
[24]Behold, here is my daughter a mayden, and this mans concubine, them I wyll bryng out nowe vnto you, and humble them, & do with them what seemeth you good: but vnto this man do not so abhominable a thing |
[24]ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ ἐξάξω αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν καὶ τῷ ἀνδρὶ τούτῳ οὐ ποιήσετε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης |
[25]But the men woulde not hearken to hym: And the man toke his concubine, and brought her out vnto them, whiche knewe her, and abused her al the night, euen vnto the mornyng: and when the day began to spryng, they let her go |
[25]καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὅλην τὴν νύκτα ἕως πρωί καὶ ἐξαπέστειλαν αὐτήν ὡς ἀνέβη τὸ πρωί |
[26]And then came the woman in the dawnyng of the day, and fell downe at the doore of the mans house where her lord was, tyll it was day |
[26]καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ ἕως τοῦ διαφῶσαι |
[27]And her lorde arose vp in the morning, and opened the doores of the house, and went out to go his way: and beholde the woman, euen his concubine, laye along before the doore of the house, and her handes vpon the thresholde |
[27]καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον |
[28]And he sayde vnto her, Up, and let vs be goyng: But she aunswered not. Then the man toke her vp vpo an asse, & stoode vp, & gate hym vnto his place |
[28]καὶ εἶπεν πρὸς αὐτήν ἀνάστα καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη ὅτι ἦν νεκρά καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ |
[29]And whe he was come into his house, he toke a knyfe, and caught his concubine, and deuided her in peeces, with the bones, into twelue partes, and sent her into all quarters of Israel |
[29]καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ ισραηλ |
[30]And all that sawe it, sayde: There was no suche deede done or seene sence the childre of Israel came out of Egypt vnto this day. Consider the matter, take aduisement, and say your myndes |
[30]καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ισραηλ ἐκ γῆς αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοὶ ἐπ αὐτὴν βουλὴν καὶ λαλήσατε |