«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
Judges
Jdg
21
   
[1]Moreover, the men of Israel swear in Mizpeh, saying, None of us shall give his daughter unto the Benjamites to wife. [1]καὶ οἱ υἱοὶ ισραηλ ὤμοσαν ἐν μασσηφα λέγοντες ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ βενιαμιν εἰς γυναῖκα
[2]And the people came unto the house of God and abode there till even before God, and lift up their voices, and wept with great lamentation, [2]καὶ ἦλθεν ὁ λαὸς εἰς βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
[3]And said, O Lord God of Israel, why is this come to pass in Israel, that this day one tribe of Israel should want? [3]καὶ εἶπαν εἰς τί κύριε θεὲ ισραηλ ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ ισραηλ φυλὴν μίαν
[4]And on the morrow the people rose up and made there an altar, and offered burnt offerings and peace offerings. [4]καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας
[5]Then the children of Israel said, Who is he among all the tribes of Israel, that came not up with the congregation unto the Lord? for they had made a great oath concerning him that came not up to the Lord to Mizpeh, saying, Let him die the death. [5]καὶ εἶπον οἱ υἱοὶ ισραηλ τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς μασσηφα λέγοντες θανάτῳ θανατωθήσεται
[6]And the children of Israel were sorry for Benjamin their brother, and said, There is one tribe cut off from Israel this day. [6]καὶ παρεκλήθησαν οἱ υἱοὶ ισραηλ πρὸς βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ ισραηλ
[7]How shall we do for wives to them that remain, seeing we have sworn by the Lord, that we will not give them of our daughters to wives? [7]τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας
[8]Also they said, Is there any of the tribes of Israel that came not up to Mizpeh to the Lord? And behold, there came none of Jabesh Gilead unto the host and to the congregation. [8]καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ιαβις γαλααδ εἰς τὴν ἐκκλησίαν
[9]For when the people were viewed; behold, none of the inhabitants of Jabesh Gilead were there. [9]καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ιαβις γαλααδ
[10]Therefore the congregation sent thither twelve thousand men of the most valiant, and commanded them, saying, Go, and smite the inhabitants of Jabesh Gilead with the edge of the sword, both women, and children. [10]καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ιαβις γαλααδ ἐν στόματι ῥομφαίας
[11]And this is it that ye shall do: ye shall utterly destroy all the males and all the women that have lain by men. [11]καὶ τοῦτο ποιήσετε πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως
[12]And they found among the inhabitants of Jabesh Gilead four hundred maids, virgins that had known no man by lying with any male: and they brought them unto the host to Shiloh, which is in the land of Canaan. [12]καὶ εὗρον ἀπὸ οἰκούντων ιαβις γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς σηλων τὴν ἐν γῇ χανααν
[13]Then the whole congregation sent and spake with the children of Benjamin that were in the rock of Rimmon, and called peaceably unto them: [13]καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς βενιαμιν ἐν τῇ πέτρᾳ ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην
[14]And Benjamin came again at that time, and they gave them wives which they had saved alive of the women of Jabesh Gilead: but they had not so enough for them. [14]καὶ ἐπέστρεψεν βενιαμιν πρὸς τοὺς υἱοὺς ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ισραηλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ιαβις γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως
[15]And the people were sorry for Benjamin, because the Lord had made a breach in the tribes of Israel. [15]καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ισραηλ
[16]Therefore the elders of the congregation said, How shall we do for wives to the remnant? For the women of Benjamin are destroyed. [16]καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας ὅτι ἠφανίσθη ἀπὸ βενιαμιν γυνή
[17]And they said, there must be an inheritance for them that be escaped of Benjamin, that a tribe be not destroyed out of Israel. [17]καὶ εἶπαν κληρονομία διασῳζομένων τῷ βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ ισραηλ
[18]Howbeit we may not give them wives of our daughters: for the children of Israel had sworn, saying, Cursed be he that giveth a wife to Benjamin. [18]ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν ἐν υἱοῖς ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ βενιαμιν
[19]Therefore they said, Behold, there is a feast of the Lord every year in Shiloh in a place, which is on the north side of Beth-el, and on the east side of the way that goeth up from Beth-el to Shechem, and on the south of Lebonah. [19]καὶ εἶπαν ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν σηλων ἀφ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς βαιθηλ κατ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ βαιθηλ εἰς συχεμ καὶ ἀπὸ νότου τῆς λεβωνα
[20]Therefore they commanded the children of Benjamin, saying, Go, and lie in wait in the vineyards. [20]καὶ ἐνετείλαντο τοῖς υἱοῖς βενιαμιν λέγοντες πορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν
[21]And when ye see that the daughters of Shiloh come out to dance in dances, then come ye out of the vineyards, and catch you every man a wife of the daughters of Shiloh, and go into the land of Benjamin. [21]καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων σηλων χορεύειν ἐν τοῖς χοροῖς καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων σηλων καὶ πορεύεσθε εἰς γῆν βενιαμιν
[22]And when their fathers or their brethren come unto us to complain, we will say unto them, Have pity on them for our sakes, because we reserved not to each man his wife in the war, and because ye have not given unto them hitherto, ye have sinned. [22]καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν αὐτοῖς ἔλεος ποιήσατε ἡμῖν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς ὡς καιρὸς πλημμελήσατε
[23]And the children of Benjamin did so, and took wives of them that danced according to their number: which they took, and went away, and returned to their inheritance, and repaired the cities and dwelt in them. [23]καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς
[24]So the children of Israel departed thence at that time, every man to his tribe, and to his family, and went out from thence every man to his inheritance. [24]καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ
[25]In those days there was no king in Israel, but every man did that which was good in his eyes. [25]ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει
Source: archive.org
Source: sacred-texts.org
Top