The Septuagint
LXX
➕
←
Judges
Jdg
5
→
[
1
]
καὶ
ᾖσαν δεββωρα καὶ βαρακ υἱὸς αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες
[
2
]
ἀπεκαλύφθη
ἀποκάλυμμα ἐν ισραηλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον
[
3
]
ἀκούσατε
βασιλεῖς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τῷ κυρίῳ ἐγώ εἰμι ᾄσομαι ψαλῶ τῷ κυρίῳ τῷ θεῷ ισραηλ
[
4
]
κύριε
ἐν τῇ ἐξόδῳ σου ἐν σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ
[
5
]
ὄρη
ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου ελωι τοῦτο σινα ἀπὸ προσώπου κυρίου θεοῦ ισραηλ
[
6
]
ἐν
ἡμέραις σαμεγαρ υἱοῦ αναθ ἐν ἡμέραις ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας
[
7
]
ἐξέλιπον
δυνατοὶ ἐν ισραηλ ἐξέλιπον ἕως οὗ ἀναστῇ δεββωρα ἕως οὗ ἀναστῇ μήτηρ ἐν ισραηλ
[
8
]
ἐξελέξαντο
θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν ισραηλ
[
9
]
ἡ
καρδία μου εἰς τὰ διατεταγμένα τῷ ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε κύριον
[
10
]
ἐπιβεβηκότες
ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ ὁδῷ
[
11
]
διηγεῖσθε
ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ δικαιοσύνας αὔξησον ἐν ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου
[
12
]
ἐξεγείρου
ἐξεγείρου δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς αβινεεμ
[
13
]
τότε
κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς
[
14
]
ἐξ
ἐμοῦ εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ αμαληκ ὀπίσω σου βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως
[
15
]
καὶ
ἀρχηγοὶ ἐν ισσαχαρ μετὰ δεββωρας καὶ βαρακ οὕτως βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν
[
16
]
εἰς
τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων εἰς διαιρέσεις ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας
[
17
]
γαλααδ
ἐν τῷ πέραν τοῦ ιορδάνου ἐσκήνωσεν καὶ δαν εἰς τί παροικεῖ πλοίοις ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει
[
18
]
ζαβουλων
λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ νεφθαλι ἐπὶ ὕψη ἀγροῦ
[
19
]
ἦλθον
αὐτῶν βασιλεῖς παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς χανααν ἐν θανααχ ἐπὶ ὕδατι μεγεδδω δῶρον ἀργυρίου οὐκ ἔλαβον
[
20
]
ἐξ
οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ σισαρα
[
21
]
χειμάρρους
κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή
[
22
]
τότε
ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ
[
23
]
καταρᾶσθε
μηρωζ εἶπεν ἄγγελος κυρίου καταρᾶσθε ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοῖς
[
24
]
εὐλογηθείη
ἐν γυναιξὶν ιαηλ γυνὴ χαβερ τοῦ κιναίου ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη
[
25
]
ὕδωρ
ᾔτησεν γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον
[
26
]
χεῖρα
αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησεν σισαρα διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτοῦ
[
27
]
ἀνὰ
μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς
[
28
]
διὰ
τῆς θυρίδος παρέκυψεν μήτηρ σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ
[
29
]
αἱ
σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ
[
30
]
οὐχ
εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκῦλα βαμμάτων τῷ σισαρα σκῦλα βαμμάτων ποικιλίας βάμματα ποικιλτῶν αὐτά τῷ τραχήλῳ αὐτοῦ σκῦλα
[
31
]
οὕτως
ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη
Credit
Source:
sacred-texts.org
Top