«
The Septuagint
LXX
Wycliffe's English Translation (1388)
Wyc
[1]δίκαιος εἶ κύριε ὅτι ἀπολογήσομαι πρὸς σέ πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα [1]Forsothe, Lord, thou art iust; if Y dispute with thee, netheles Y schal speke iust thingis to thee. Whi hath the weie of wickid men prosperite? It is wel to alle men that breken the lawe, and doen wickidli?
[2]ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν [2]Thou hast plauntid hem, and thei senten roote; thei encreessen, and maken fruyt; thou art niy to the mouth of hem, and fer fro the reynes of hem.
[3]καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν [3]And thou, Lord, hast knowe me, thou hast seyn me, and hast preued myn herte with thee. Gadere thou hem togidere as a flok to slayn sacrifice, and halewe thou hem in the dai of sleyng.
[4]ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ ἠφανίσθησαν κτήνη καὶ πετεινά ὅτι εἶπαν οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶν [4]Hou long schal the erthe mourne, and ech eerbe of the feeld schal be dried, for the malice of hem that dwellen ther ynne? A beeste is wastid, and a brid, for thei seiden, The Lord schal not se oure laste thingis.
[5]σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε πῶς παρασκευάσῃ ἐφ ἵπποις καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας πῶς ποιήσεις ἐν φρυάγματι τοῦ ιορδάνου [5]If thou trauelist rennynge with foot men, hou schalt thou mow stryue with horsis? but whanne thou art sikur in the lond of pees, what schalt thou do in the pride of Jordan?
[6]ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου καὶ οὗτοι ἠθέτησάν σε καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν μὴ πιστεύσῃς ἐν αὐτοῖς ὅτι λαλήσουσιν πρὸς σὲ καλά [6]For whi bothe thi britheren and the hous of thi fadir, yhe, thei fouyten ayens thee, and crieden with ful vois aftir thee; bileue thou not to hem, whanne thei speken goodis to thee.
[7]ἐγκαταλέλοιπα τὸν οἶκόν μου ἀφῆκα τὴν κληρονομίαν μου ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς [7]I haue left myn hous, Y haue forsake myn eritage; Y yaf my loued soule in to the hondis of enemyes therof.
[8]ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ ἔδωκεν ἐπ ἐμὲ τὴν φωνὴν αὐτῆς διὰ τοῦτο ἐμίσησα αὐτήν [8]Myn eritage is maad as a lioun in the wode to me; it yaf vois ayens me, therfor Y hate it.
[9]μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς βαδίσατε συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν [9]Whether myn eritage is a brid of dyuerse colours to me? whether it is a brid died thorou out? Alle beestis of the feeld, come ye, be ye gaderid togidere; haste ye for to deuoure.
[10]ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου ἐμόλυναν τὴν μερίδα μου ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον [10]Many scheepherdis distrieden my vyner, defouliden my part, yauen my desirable porcioun in to desert of wildirnesse;
[11]ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας δι ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ [11]thei settiden it in to scateryng, and it mourenyde on me; al the lond is desolat bi desolacioun, for noon is that ayenthenkith in herte.
[12]ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες ὅτι μάχαιρα τοῦ κυρίου καταφάγεται ἀπ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί [12]Alle distrieris of the lond camen on alle the weies of desert, for the swerd of the Lord schal deuoure fro the laste part of the lond `til to the laste part therof; no pees is to al fleisch.
[13]σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου [13]Thei sowiden wheete, and repiden thornes; thei token erytage, and it schal not profite to hem. Ye schulen be schent of youre fruytis, for the wraththe of the stronge veniaunce of the Lord.
[14]ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου ἧς ἐμέρισα τῷ λαῷ μου ισραηλ ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν [14]The Lord seith these thingis ayens alle my worst neiyboris, that touchen the eritage which Y departide to my puple Israel, Lo! Y schal drawe hem out of her lond, and Y schal drawe the hous of Juda out of the myddis of hem.
[15]καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ [15]And whanne Y schal drawe out thilke Jewis, Y schal conuerte, and haue merci on hem; and Y schal lede hem ayen, a man to his eritage, and a man in to his lond.
[16]καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου ζῇ κύριος καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ βααλ καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου [16]And it schal be, if thei `that ben tauyt lernen the weies of my puple, that thei swere in my name, The Lord lyueth, as thei tauyten my puple to swere in Baal, thei schulen be bildid in the myddis of my puple.
[17]ἐὰν δὲ μὴ ἐπιστρέψωσιν καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ [17]That if thei heren not, Y schal drawe out that folk by drawyng out and perdicioun, seith the Lord.
Source: sacred-texts.org
Author: John Wycliffe (1328 – 1384)
Top