|
[1]τάδε λέγει κύριος βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου καὶ ἐν ὕδατι οὐ διελεύσεται |
[1]Thus saith the Lorde vnto me: Go thy way and get thee a lynnen girdle, and girde it about thy loynes, let it not be wet |
[2]καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου |
[2]Then I got me a girdle accordyng to the commaundement of the Lorde, and put it about my loynes |
[3]καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων |
[3]After this, the seconde tyme the Lorde spake vnto me agayne |
[4]λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας |
[4]Take the girdle that thou hast prepared and put about thee, and get thee vp, and go vnto Euphrates, and hyde it there in a hole of the rocke |
[5]καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ εὐφράτῃ καθὼς ἐνετείλατό μοι κύριος |
[5]So went I, and hyd it at Euphrates, as the Lorde commaunded me |
[6]καὶ ἐγένετο μεθ ἡμέρας πολλὰς καὶ εἶπεν κύριος πρός με ἀνάστηθι βάδισον ἐπὶ τὸν εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ |
[6]And it happened long after this, that the Lorde spake vnto me: Up, and get thee to Euphrates, & fetche the girdle from thence, which I commaunded thee to hyde there |
[7]καὶ ἐπορεύθην ἐπὶ τὸν εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ καὶ ἰδοὺ διεφθαρμένον ἦν ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν |
[7]Then went I to Euphrates, & digged vp, and toke the girdle from the place where I had hid it: and beholde, the girdle was corrupt, so that it was profitable for nothyng |
[8]καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων |
[8]Then sayde the Lorde vnto me |
[9]τάδε λέγει κύριος οὕτω φθερῶ τὴν ὕβριν ιουδα καὶ τὴν ὕβριν ιερουσαλημ |
[9]Thus saith the Lorde, Euen so wyll I corrupt the pride of Iuda, and the hye mynde of Hierusalem |
[10]τὴν πολλὴν ταύτην ὕβριν τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο ὃ οὐ χρησθήσεται εἰς οὐθέν |
[10]This people is a wicked people, they wyll not heare my worde, they folowe the wicked imaginations of their owne heart, and hang vpon straunge gods, them they serue and worship, and therfore they shalbe as this breeche that serueth for nothyng |
[11]ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ ισραηλ καὶ πᾶν οἶκον ιουδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν καὶ οὐκ εἰσήκουσάν μου |
[11]For as straytly as a girdle lyeth vpon a mans loynes, so straytly dyd I bynde the whole house of Israel, and the whole house of Iuda vnto me, saith the Lorde: that they myght be my people, that they might haue a glorious name, that they might be in honour: but they woulde not obey me |
[12]καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον πᾶς ἀσκὸς πληρωθήσεται οἴνου καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου |
[12]Therfore lay this riddle before them, and say, Thus saith the Lorde God of Israel: Euery pot shalbe fylled with wine. And they shall say vnto thee. Thinkest thou we knowe not that euery pot shalbe fylled with wine |
[13]καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς δαυιδ ἐπὶ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν ιουδαν καὶ πάντας τοὺς κατοικοῦντας ιερουσαλημ μεθύσματι |
[13]Then shalt thou say vnto them, thus saith the Lorde: Beholde, I shall fyll all the inhabitours of this lande with drunkennesse, the kynges that syt vpon Dauids stoole, the priestes & prophetes, with all that dwell at Hierusalem |
[14]καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ οὐκ ἐπιποθήσω λέγει κύριος καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαφθορᾶς αὐτῶν |
[14]And I wyll set them one agaynst another, yea the fathers against the sonnes, saith the Lorde: I wyll not pardon them, I wyll not spare them, nor haue pitie vpon them: but destroy them |
[15]ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε ὅτι κύριος ἐλάλησεν |
[15]Heare, geue eare, take not disdayne at it: for it is the Lorde hym selfe that speaketh |
[16]δότε τῷ κυρίῳ θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸς τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ ὄρη σκοτεινὰ καὶ ἀναμενεῖτε εἰς φῶς καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος |
[16]Honour the Lorde your God or he take his light from you, and or euer your feete stumble in darcknesse at the hyll: lest when you loke for the lyght, he turne it into the shadowe and darcknesse of death |
[17]ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου |
[17]But if ye wyll not heare me that geue you secrete warnyng, I wyll mourne from my whole heart for your stubburnnesse: Piteously wyll I weepe, and the teares shall gushe out of mine eyes, for the Lordes flocke shalbe caried away captiue |
[18]εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν ταπεινώθητε καὶ καθίσατε ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν |
[18]Tell the kyng and the queene, humble your selues, sit you downe lowe, for your dignitie shalbe throwen downe, and the crowne of your glorie shall fall from your head |
[19]πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν καὶ οὐκ ἦν ὁ ἀνοίγων ἀπῳκίσθη ιουδας συνετέλεσεν ἀποικίαν τελείαν |
[19]The cities towarde the south shalbe shut vp, and no man shall open them: all Iuda shalbe caryed away captiue, so that none shall remayne |
[20]ἀνάλαβε ὀφθαλμούς σου ιερουσαλημ καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ ποῦ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι πρόβατα δόξης σου |
[20]Lyft vp your eyes, and beholde them that come from the north, where is the flocke [O thou lande] that was geuen thee? and where are thy fat and riche sheepe |
[21]τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν οὐκ ὠδῖνες καθέξουσίν σε καθὼς γυναῖκα τίκτουσαν |
[21]To whom wilt thou make thy mone when the enemie shall come vpon thee? for thou hast taught them thy selfe, and made them maisters ouer thee: Shall not sorowe come vpon thee as on a woman trauaylyng with childe |
[22]καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου διὰ τί ἀπήντησέν μοι ταῦτα διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου |
[22]And if thou wouldest then say in thine heart, Wherfore come these thinges vpon me? Euen for the multitude of thy blasphemies shall thy hynder partes and thy feete be discouered |
[23]εἰ ἀλλάξεται αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά |
[23]May a man of Inde chaunge his skinne, and the cat of the mountayne her spottes? so, may ye that be exercised in euyll, do good |
[24]καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον |
[24]Therfore wyll I scatter them like as the stubble that is taken away with the south wynde |
[25]οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί λέγει κύριος ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν |
[25]This shalbe your portion, and the portion of your measure wherwith ye shalbe rewarded of me saith the Lorde, because ye haue forgotten me, and put your trust in deceiptfull thinges |
[26]κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ ὀφθήσεται ἡ ἀτιμία σου |
[26]Therfore shall I turne thy clothes ouer thy head, and discouer thy shame |
[27]καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου οὐαί σοι ιερουσαλημ ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου ἕως τίνος ἔτι |
[27]Thy adulteries, thy neyghinges, thy shamefull whoredome on the hylles in the fieldes, and thy abhominations haue I seene: Wo be vnto thee (O Hierusalem) wylt thou neuer be clensed any more? Or when shall that be |