|
[1]ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς ιερεμιαν λέγων |
[1]This is another communication that God had with Ieremie, saying |
[2]ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου |
[2]Arise, and go downe into the potters house, & there shal I tell thee more of my mynde |
[3]καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων |
[3]Nowe when I came to the potters house, I founde hym makyng his worke vpon a wheele |
[4]καὶ διέπεσεν τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι |
[4]The vessell that the potter made of clay, brake among his handes: So he began a newe, and made another vessell accordyng to his mynde |
[5]καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
[5]Then sayde the Lorde thus vnto me |
[6]εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος ισραηλ ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσίν μου |
[6]May not I do with you as this potter doth O ye house of Israel saith the Lorde? Beholde ye house of Israel, ye are in my hande, euen as the clay is in the potters hande |
[7]πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν |
[7]When I take in hande to roote out, to destroy, or to waste away any people or kyngdome |
[8]καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς |
[8]If that people agaynst whom I haue thus deuised, conuert from their wickednesse, I repent of the plague that I deuised to bryng vpon them |
[9]καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι |
[9]Agayne, when I take in hande to builde or to plant a people or a kyngdome |
[10]καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς |
[10]If the same people do euyll before me and heare not my voyce, I repent of the good that I haue deuised for them |
[11]καὶ νῦν εἰπὸν πρὸς ἄνδρας ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας ιερουσαλημ ἰδοὺ ἐγὼ πλάσσω ἐφ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ ὑμᾶς λογισμόν ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν |
[11]Speake nowe therfore vnto whole Iuda, and to them that dwell at Hierusalem, thus saith the Lorde, Beholde I am deuisyng a plague for you, and am takyng a thyng in hande agaynst you: therfore let euery man turne from his euyll way, and take vpon you the thyng that is good and ryght |
[12]καὶ εἶπαν ἀνδριούμεθα ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν |
[12]But they sayde, No more of this, we wyll folowe our owne imaginations, and do euery man accordyng to the wilfulnesse of his owne mynde |
[13]διὰ τοῦτο τάδε λέγει κύριος ἐρωτήσατε δὴ ἐν ἔθνεσιν τίς ἤκουσεν τοιαῦτα φρικτά ἃ ἐποίησεν σφόδρα παρθένος ισραηλ |
[13]Therfore thus saith the Lorde, Aske among the heathen yf any man haue hearde such horrible thynges, as the mayden Israel hath done |
[14]μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ λιβάνου μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον |
[14]Wyll a man forsake the showe of Libanus, which commeth from the rocke of the fielde? Or shall the colde flowyng waters that commeth from another place be forsaken |
[15]ὅτι ἐπελάθοντό μου ὁ λαός μου εἰς κενὸν ἐθυμίασαν καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν |
[15]But my people hath forgotten me, they haue made sacrifice in vayne, and their prophetes make them fall in their wayes from the auncient pathes, and to go into a way not vsed to be troden [of iust men. |
[16]τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον πάντες οἱ διαπορευόμενοι δι αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν |
[16]Wherethrough they haue brought their lande into an euerlastyng wildernesse and scorne: so that whosoeuer trauayleth therby, shalbe abashed, and wagge their heades |
[17]ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν |
[17]With an east wynde wyll I scatter them before their enemies: and when their destruction commeth, I wil turne my backe vpon them, but not my face |
[18]καὶ εἶπαν δεῦτε λογισώμεθα ἐπὶ ιερεμιαν λογισμόν ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ |
[18]Then sayd they, Come, let vs imagine somethyng agaynst this Ieremie: for the priestes shall not be destitute of the lawe, neither shall the wise men be destitute of counsayle, nor the prophetes destitute of the worde of God: Come, and let vs smite hym with the tongue, and let vs not marke all his wordes |
[19]εἰσάκουσόν μου κύριε καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου |
[19]Consider me O Lorde, and heare the voyce of mine enemies |
[20]εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθὰ τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ αὐτῶν |
[20]Shall they recompence euyll for good? for they haue digged a pit for my soule: Remember howe that I stoode before thee to speake good for them, and to turne away thy wrath from them |
[21]διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ |
[21]Therfore, let their children dye of hunger, and let them be oppressed with the sworde: Let their wiues be robbed of their children, and become widowes, let their husbandes be slayne, let their young men be kylled with the sworde in the fielde |
[22]γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν ἐπάξεις ἐπ αὐτοὺς λῃστὰς ἄφνω ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ ἐμέ |
[22]Let the noyse be hearde out of their houses when thou bryngest the murtherer sodaynly vpon them: for they haue digged a pit to take me, and layde snares for my feete |
[23]καὶ σύ κύριε ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ ἐμὲ εἰς θάνατον μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς |
[23]Yet Lorde thou knowest all their counsayle, that they haue deuised to slay me, forgeue not their wickednesse, and let not their sinnes be put out of thy sight, but let them be iudged before thee as giltie: this do thou vnto them in the tyme of thine indignation |