The Septuagint
LXX
➕
←
Jeremiah
Jer
46
→
[
1
]
καὶ
ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ σεδεκια βασιλέως ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν
[
2
]
καὶ
ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις
[
3
]
καὶ
εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ ναργαλασαρ καὶ σαμαγωθ καὶ ναβουσαχαρ καὶ ναβουσαρις καὶ ναγαργασνασερ ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως βαβυλῶνος
[
14
]
καὶ
ἀπέστειλαν καὶ ἔλαβον τὸν ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν γοδολιαν υἱὸν αχικαμ υἱοῦ σαφαν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ
[
15
]
καὶ
πρὸς ιερεμιαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων
[
16
]
πορεύου
καὶ εἰπὸν πρὸς αβδεμελεχ τὸν αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά
[
17
]
καὶ
σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν
[
18
]
ὅτι
σῴζων σώσω σε καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ ἐμοί φησὶν κύριος
Credit
Source:
sacred-texts.org
Top