|
[1]ὑπολαβὼν δὲ βαλδαδ ὁ σαυχίτης λέγει |
[No book] |
[2]μέχρι τίνος οὐ παύσῃ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν |
[No book] |
[3]διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου |
[No book] |
[4]κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνῃς ἀοίκητος ἡ ὑπ οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων |
[No book] |
[5]καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ |
[No book] |
[6]τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ ὁ δὲ λύχνος ἐπ αὐτῷ σβεσθήσεται |
[No book] |
[7]θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ σφάλαι δὲ αὐτοῦ ἡ βουλή |
[No book] |
[8]ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι ἐν δικτύῳ ἑλιχθείη |
[No book] |
[9]ἔλθοισαν δὲ ἐπ αὐτὸν παγίδες κατισχύσει ἐπ αὐτὸν διψῶντας |
[No book] |
[10]κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων |
[No book] |
[11]κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ |
[No book] |
[12]πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον |
[No book] |
[13]βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος |
[No book] |
[14]ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ |
[No book] |
[15]κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ |
[No book] |
[16]ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ |
[No book] |
[17]τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω |
[No book] |
[18]ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος |
[No book] |
[19]οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ οὐρανὸν ὁ οἶκος αὐτοῦ ἀλλ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι |
[No book] |
[20]ἐπ αὐτῷ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαῦμα |
[No book] |
[21]οὗτοί εἰσιν οἶκοι ἀδίκων οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον |
[No book] |