|
[1]Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. |
[1]In the beginning was the Word, and the Word was with God and that Word was God. |
[2]Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. |
[2]The same was in the beginning with God. |
[3]πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. |
[3]All things were made by it, and without it was made nothing that was made. |
[4]ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. |
[4]In it was life, and the life was the light of men. |
[5]καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. |
[5]And the light shineth in the darkness, and the darkness comprehended it not. |
[6]᾿Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης· |
[6]There was a man sent from God, whose name was John. |
[7]οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ. |
[7]The same came for a witness, to bear witness of the light, that all men through him might believe. |
[8]οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. |
[8]He was not that light, but was sent to bear witness of the light. |
[9]῏Ην τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. |
[9]That was the true light, which lighteth every man that cometh into the world. |
[10]ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. |
[10]He was in the world, and the world was made by him: and the world knew him not. |
[11]εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. |
[11]He came unto his own, and his own received him not. |
[12]ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, |
[12]But as many as received him, to them he gave power to be the sons of God, even to them that believe in his Name, |
[13]οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν. |
[13]Which are born not of blood, nor of the will of the flesh, nor of the will of man, but of God. |
[14]Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. |
[14]And the Word was made flesh, and dwelt among us, (and we saw the glory thereof, as the glory of the only begotten Son of the Father) full of grace and truth. |
[15]᾿Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. |
[15]John bare witness of him, and cried, saying, This was he of whom I said, He that cometh after me, is preferred before me: for he was before me. |
[16]Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· |
[16]And of his fullness have all we received, and grace for grace. |
[17]ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ᾿Ιησοῦ Χριστοῦ ἐγένετο. |
[17]For the Law was given by Moses, but grace and truth came by Jesus Christ. |
[18]Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. |
[18]No man hath seen God at any time: the only begotten Son, which is in the bosom of the Father, he hath declared him. |
[19]Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; |
[19]Then this is the record of John, when the Jews sent Priests and Levites from Jerusalem, to ask him, Who art thou? |
[20]καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. |
[20]And he confessed and denied not, and said plainly, I am not the Christ. |
[21]καὶ ἠρώτησαν αὐτόν· τί οὖν; ᾿Ηλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. |
[21]And they asked him, What then? Art thou Elias? And he said, I am not. Art thou the Prophet? And he answered, No. |
[22]εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; |
[22]Then said they unto him, Who art thou that we may give an answer to them that sent us? What sayest thou of thyself? |
[23]ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν ῾Ησαΐας ὁ προφήτης. |
[23]He said, I am the voice of him that cryeth in the wilderness, Make straight the way of the Lord, as said the Prophet Isaiah. |
[24]καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· |
[24]Now they which were sent, were of the Pharisees. |
[25]καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε ᾿Ηλίας οὔτε ὁ προφήτης; |
[25]And they asked him, and said unto him, Why baptizest thou then, if thou be not the Christ, neither Elias, nor the Prophet? |
[26]ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. |
[26]John answered them, saying, I baptize with water: but there is one among you, whom ye know not. |
[27]αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. |
[27]He it is that cometh after me, which is preferred before me, whose shoe latchet I am not worthy to unloose. |
[28]Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου, ὅπου ἦν ᾿Ιωάννης βαπτίζων. |
[28]These things were done in Bethabara beyond Jordan, where John did baptize. |
[29]Τῇ ἐπαύριον βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. |
[29]The next day John seeth Jesus coming unto him, and saith, Behold the Lamb of God, which taketh away the sin of the world. |
[30]οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. |
[30]This is he of whom I said, After me cometh a man, which is preferred before me: for he was before me. |
[31]κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾿Ισραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. |
[31]And I knew him not: but because he should be declared to Israel, therefore am I come, baptizing with water. |
[32]καὶ ἐμαρτύρησεν ᾿Ιωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. |
[32]So John bare record, saying, I saw the Spirit come down from heaven, like a dove, and it abode upon him. |
[33]κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ῾Αγίῳ. |
[33]And I knew him not: but he that sent me to baptize with water, he said unto me, Upon whom thou shalt see the Spirit come down, and tarry still on him, that is he which baptizeth with the Holy Ghost. |
[34]κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. |
[34]And I saw, and bare record that this is the Son of God. |
[35]Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ᾿Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, |
[35]The next day, John stood again, and two of his disciples. |
[36]καὶ ἐμβλέψας τῷ ᾿Ιησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. |
[36]And he beheld Jesus walking by, and said, Behold the Lamb of God. |
[37]καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ᾿Ιησοῦ. |
[37]And the two disciples heard him speak, and followed Jesus. |
[38]στραφεὶς δὲ ὁ ᾿Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· |
[38]Then Jesus turned about, and saw them follow, and said unto them, What seek ye? And they said unto him, Rabbi (which is to say by interpretation, Master) where dwellest thou? |
[39]τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; |
[39]He said unto them, Come, and see. They came and saw where he dwelt, and abode with him that day: for it was about the tenth hour. |
[40]λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. |
[40]Andrew, Simon Peters brother, was one of the two which had heard it of John, and that followed him. |
[41]ἦν ᾿Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾿Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ. |
[41]The same found his brother Simon first, and said unto him, We have found the Messiah, which is by interpretation, the Christ. |
[42]εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· |
[42]And he brought him to Jesus. And Jesus beheld him, and said, Thou art Simon the son of Jonah: thou shalt be called Cephas, which is by interpretation, a stone. |
[43]καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ᾿Ιησοῦν. ἐμβλέψας αὐτῷ ὁ ᾿Ιησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς ᾿Ιωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. |
[43]The day following, Jesus would go into Galilee, and found Philip, and said unto him, Follow me. |
[44]Τῇ ἐπαύριον ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. |
[44]Now Philip was of Bethsaida, the city of Andrew and Peter. |
[45]ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. |
[45]Philip found Nathanael, and said unto him, We have found him of whom Moses did write in the Law, and the Prophets, Jesus of Nazareth the Son of Joseph. |
[46]εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. |
[46]Then Nathanael said unto him, Can there any good thing come out of Nazareth? Philip said to him, Come, and see. |
[47]καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. |
[47]Jesus saw Nathanael coming to him, and said of him, Behold indeed an Israelite, in whom is no guile. |
[48]εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. |
[48]Nathanael said unto him, Whence knewest thou me? Jesus answered, and said unto him, Before that Philip called thee, when thou wast under the fig tree, I saw thee. |
[49]λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. |
[49]Nathanael answered, and said unto him, Rabbi, thou art the Son of God: thou art the King of Israel. |
[50]ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. |
[50]Jesus answered, and said unto him, Because I said unto thee, I saw thee under the fig tree, believest thou? thou shalt see greater things then these. |
[51]ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. |
[51]And he said unto him, Verily, verily, I say unto you, hereafter shall ye see heaven open, and the Angels of God ascending, and descending upon the Son of man. |
[52]καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. |
52[No verse] |