|
[1]ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· |
[1]Verily, verily, I say unto you, He that entereth not by the door into the sheepfold, but climbeth up some other way, the same is a thief and a robber. |
[2]ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. |
[2]But he that entereth in by the door is the shepherd of the sheep. |
[3]τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. |
[3]To him the porter openeth; and the sheep hear his voice: and he calleth his own sheep by name, and leadeth them out. |
[4]ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῶ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· |
[4]And when he putteth forth his own sheep, he goeth before them, and the sheep follow him: for they know his voice. |
[5]ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. |
[5]And a stranger will they not follow, but will flee from him: for they know not the voice of strangers. |
[6]ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. |
[6]This parable spake Jesus unto them: but they understood not what things they were which he spake unto them. |
[7]εἶπεν οὗν πάλιν ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. |
[7]Then said Jesus unto them again, Verily, verily, I say unto you, I am the door of the sheep. |
[8]πάντες ὅσοι ἦλθον [πρὸ ἐμοῦ] κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. |
[8]All that ever came before me are thieves and robbers: but the sheep did not hear them. |
[9]ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. |
[9]I am the door: by me if any man enter in, he shall be saved, and shall go in and out, and find pasture. |
[10]ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. |
[10]The thief cometh not, but for to steal, and to kill, and to destroy: I am come that they might have life, and that they might have it more abundantly. |
[11]ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· |
[11]I am the good shepherd: the good shepherd giveth his life for the sheep. |
[12]ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὖ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει _ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει _ |
[12]But he that is an hireling, and not the shepherd, whose own the sheep are not, seeth the wolf coming, and leaveth the sheep, and fleeth: and the wolf catcheth them, and scattereth the sheep. |
[13]ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῶ περὶ τῶν προβάτων. |
[13]The hireling fleeth, because he is an hireling, and careth not for the sheep. |
[14]ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, |
[14]I am the good shepherd, and know my sheep, and am known of mine. |
[15]καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. |
[15]As the Father knoweth me, even so know I the Father: and I lay down my life for the sheep. |
[16]καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν. |
[16]And other sheep I have, which are not of this fold: them also I must bring, and they shall hear my voice; and there shall be one fold, and one shepherd. |
[17]διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. |
[17]Therefore doth my Father love me, because I lay down my life, that I might take it again. |
[18]οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. |
[18]No man taketh it from me, but I lay it down of myself. I have power to lay it down, and I have power to take it again. This commandment have I received of my Father. |
[19]σχίσμα πάλιν ἐγένετο ἐν τοῖς ἰουδαίοις διὰ τοὺς λόγους τούτους. |
[19]There was a division therefore again among the Jews for these sayings. |
[20]ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; |
[20]And many of them said, He hath a devil, and is mad; why hear ye him? |
[21]ἄλλοι ἔλεγον, ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι; |
[21]Others said, These are not the words of him that hath a devil. Can a devil open the eyes of the blind? |
[22]ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς ἱεροσολύμοις· χειμὼν ἦν, |
[22]And it was at Jerusalem the feast of the dedication, and it was winter. |
[23]καὶ περιεπάτει ὁ ἰησοῦς ἐν τῶ ἱερῶ ἐν τῇ στοᾷ τοῦ σολομῶνος. |
[23]And Jesus walked in the temple in Solomon's porch. |
[24]ἐκύκλωσαν οὗν αὐτὸν οἱ ἰουδαῖοι καὶ ἔλεγον αὐτῶ, ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. |
[24]Then came the Jews round about him, and said unto him, How long dost thou make us to doubt? If thou be the Christ, tell us plainly. |
[25]ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῶ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· |
[25]Jesus answered them, I told you, and ye believed not: the works that I do in my Father's name, they bear witness of me. |
[26]ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. |
[26]But ye believe not, because ye are not of my sheep, as I said unto you. |
[27]τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, |
[27]My sheep hear my voice, and I know them, and they follow me: |
[28]κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. |
[28]And I give unto them eternal life; and they shall never perish, neither shall any man pluck them out of my hand. |
[29]ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός. |
[29]My Father, which gave them me, is greater than all; and no man is able to pluck them out of my Father's hand. |
[30]ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. |
[30]I and my Father are one. |
[31]ἐβάστασαν πάλιν λίθους οἱ ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. |
[31]Then the Jews took up stones again to stone him. |
[32]ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; |
[32]Jesus answered them, Many good works have I shewed you from my Father; for which of those works do ye stone me? |
[33]ἀπεκρίθησαν αὐτῶ οἱ ἰουδαῖοι, περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. |
[33]The Jews answered him, saying, For a good work we stone thee not; but for blasphemy; and because that thou, being a man, makest thyself God. |
[34]ἀπεκρίθη αὐτοῖς [ὁ] ἰησοῦς, οὐκ ἔστιν γεγραμμένον ἐν τῶ νόμῳ ὑμῶν ὅτι ἐγὼ εἶπα, θεοί ἐστε; |
[34]Jesus answered them, Is it not written in your law, I said, Ye are gods? |
[35]εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, |
[35]If he called them gods, unto whom the word of God came, and the scripture cannot be broken; |
[36]ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς τοῦ θεοῦ εἰμι; |
[36]Say ye of him, whom the Father hath sanctified, and sent into the world, Thou blasphemest; because I said, I am the Son of God? |
[37]εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· |
[37]If I do not the works of my Father, believe me not. |
[38]εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῶ πατρί. |
[38]But if I do, though ye believe not me, believe the works: that ye may know, and believe, that the Father is in me, and I in him. |
[39]ἐζήτουν [οὗν] αὐτὸν πάλιν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. |
[39]Therefore they sought again to take him: but he escaped out of their hand, |
[40]καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. |
[40]And went away again beyond Jordan into the place where John at first baptized; and there he abode. |
[41]καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. |
[41]And many resorted unto him, and said, John did no miracle: but all things that John spake of this man were true. |
[42]καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ. |
[42]And many believed on him there. |