|
[1]Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. |
[1]And a certain man was sick, named Lazarus of Bethany, the town of Mary, and her sister Martha. |
[2]ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. |
[2](And it was that Mary which anointed the Lord with ointment, and wiped his feet with her hair, whose brother Lazarus was sick.) |
[3]ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. |
[3]Therefore his sisters sent unto him, saying, Lord, behold, he whom thou lovest, is sick. |
[4]ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς. |
[4]When Jesus heard it, he said, This sickness is not unto death, but for the glory of God, that the Son of God might be glorified thereby. |
[5]ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον |
[5]Now Jesus loved Martha and her sister and Lazarus. |
[6]ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας |
[6]And after he had heard that he was sick, yet abode he two days still in the same place where he was. |
[7]ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. |
[7]Then after that, said he to his disciples, Let us go into Judea again. |
[8]λέγουσιν αὐτῷ οἱ μαθηταί, Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; |
[8]The disciples said unto him, Master, the Jews lately sought to stone thee, and dost thou go thither again? |
[9]ἀπεκρίθη ὁ Ἰησοῦς, Οὐχὶ δώδεκα εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. |
[9]Jesus answered, Are there not twelve hours in the day? If a man walk in the day, he stumbleth not, because he seeth the light of this world. |
[10]ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. |
[10]But if a man walk in the night, he stumbleth, because there is no light in him. |
[11]ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. |
[11]These things spake he, and after he said unto them, Our friend Lazarus sleepeth: but I go to wake him up. |
[12]εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, Κύριε, εἰ κεκοίμηται, σωθήσεται. |
[12]Then said his disciples, Lord, if he sleep, he shall be safe. |
[13]εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. |
[13]Howbeit, Jesus spake of his death: but they thought that he had spoken of the natural sleep. |
[14]τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παῤῥησίᾳ, Λάζαρος ἀπέθανε. |
[14]Then said Jesus unto them plainly, Lazarus is dead. |
[15]καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ’ ἄγωμεν πρὸς αὐτόν. |
[15]And I am glad for your sakes, that I was not there, that ye may believe: but let us go unto him. |
[16]εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖς συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ. |
[16]Then said Thomas (which is called Didymus) unto his fellow disciples, Let us also go, that we may die with him. |
[17]Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. |
[17]Then came Jesus, and found that he had lain in the grave four days already. |
[18]ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· |
[18](Now Bethany was near unto Jerusalem, about fifteen furlongs off.) |
[19]καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. |
[19]And many of the Jews were come to Martha and Mary to comfort them for their brother. |
[20]ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. |
[20]Then Martha, when she heard that Jesus was coming, went to meet him: but Mary sat still in the house. |
[21]εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει |
[21]Then said Martha unto Jesus, Lord, if thou hadst been here, my brother had not been dead. |
[22]ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. |
[22]But now I know also, that whatsoever thou askest of God, God will give it thee. |
[23]λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἀναστήσεται ὁ ἀδελφός σου. |
[23]Jesus said unto her, Thy brother shall rise again. |
[24]λέγει αὐτῷ Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. |
[24]Martha said unto him, I know that he shall rise again in the resurrection at the last day. |
[25]εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· |
[25]Jesus said unto her, I am the resurrection and the life: he that believeth in me, though he were dead, yet shall he live. |
[26]καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο; |
[26]And whosoever liveth, and believeth in me, shall never die. Believeth thou this? |
[27]λέγει αὐτῷ, Ναί, Κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. |
[27]She said unto him, Yea, Lord, I believe that thou art the Christ the Son of God, which should come into the world. |
[28]καὶ ταῦτά εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα, εἰποῦσα, Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. |
[28]And when she had so said, she went her way, and called Mary her sister secretly, saying, The Master is come, and calleth for thee. |
[29]ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. |
[29]And when she heard it, she arose quickly, and came unto him. |
[30]οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. |
[30]For Jesus was not yet come into the town, but was in the place where Martha met him. |
[31]οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. |
[31]The Jews then which were with her in the house, and comforted her, when they saw Mary, that she rose up hastily, and went out, followed her, saying, She goeth unto the grave, to weep there. |
[32]ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ, λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν ἀπέθανέ μου ὁ ἀδελφός. |
[32]Then when Mary was come where Jesus was, and saw him, she fell down at his feet, saying unto him, Lord, if thou hadst been here, my brother had not been dead. |
[33]Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, |
[33]When Jesus therefore saw her weep, and the Jews also weep which came with her, he groaned in the spirit, and was troubled in himself, |
[34]καὶ εἶπε, Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε. |
[34]And said, Where have ye laid him? They said unto him, Lord, come, and see. |
[35]ἐδάκρυσεν ὁ Ἰησοῦς. |
[35]And Jesus wept. |
[36]ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν. |
[36]Then said the Jews, Behold, how he loved him. |
[37]τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; |
[37]And some of them said, Could not he, which opened the eyes of the blind, have made also, that this man should not have died? |
[38]Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. |
[38]Jesus therefore again groaned in himself, and came to the grave. And it was a cave, and a stone was laid upon it. |
[39]λέγει ὁ Ἰησοῦς, Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. |
[39]Jesus said, Take ye away the stone. Martha the sister of him that was dead, said unto him, Lord, he stinketh already: for he hath been dead four days. |
[40]λέγει αὐτῇ ὁ Ἰησοῦς, Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; |
[40]Jesus said unto her, Said I not unto thee, that if thou didst believe, thou shouldest see the glory of God? |
[41]ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κειμένος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. |
[41]Then they took away the stone from the place where the dead was laid. And Jesus lift up his eyes, and said, Father, I thank thee, because thou hast heard me. |
[42]ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. |
[42]I know that thou hearest me always, but because of the people that stand by, I said it, that they may believe, that thou hast sent me. |
[43]καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε, Λάζαρε, δεῦρο ἔξω. |
[43]As he had spoken these things, he cried with a loud voice, Lazarus, come forth. |
[44]καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν. |
[44]Then he that was dead, came forth, bound hand and foot with bands, and his face was bound with a napkin. Jesus said unto them, Loose him, and let him go. |
[45]Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. |
[45]Then many of the Jews, which came to Mary, and had seen the things, which Jesus did, believed in him. |
[46]τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς. |
[46]But some of them went their way to the Pharisees, and told them what things Jesus had done. |
[47]Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ. |
[47]Then gathered the high Priests, and the Pharisees a council, and said, What shall we do? For this man doeth many miracles. |
[48]ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. |
[48]If we let him thus alone, all men will believe in him, and the Romans will come and take away both our place, and the nation. |
[49]εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν, |
[49]Then one of them named Caiaphas, which was the high Priest that same year, said unto them, Ye perceive nothing at all, |
[50]οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. |
[50]Nor yet do you consider that it is expedient for us, that one man die for the people, and that the whole nation perish not. |
[51]τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, |
[51]This spake he not of himself: but being high Priest that same year, he prophesied that Jesus should die for the nation: |
[52]καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. |
[52]And not for the nation only, but that he should gather together in one the children of God, which were scattered. |
[53]ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. |
[53]Then from that day forth they consulted together, to put him to death. |
[54]Ἰησοῦς οὖν οὐκέτι παῤῥησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν, ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ. |
[54]Jesus therefore walked no more openly among the Jews, but went thence unto a country near to the wilderness, into a city called Ephraim, and there continued with his disciples. |
[55]ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. |
[55]And the Jews' Passover was at hand, and many went out of the country up to Jerusalem before the Passover, to purify themselves. |
[56]ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; |
[56]Then sought they for Jesus, and spake among themselves, as they stood in the Temple, What think ye, that he cometh not to the feast? |
[57]δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. |
[57]Now both the high Priests and the Pharisees had given a commandment, that if any man knew where he were, he should show it, that they might take him. |