|
[1]Y am a very vyne, and my fadir is an erthe tilier. |
[1]Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. |
[2]Ech braunch in me that berith not fruyt, he schal take awey it; and ech that berith fruyt, he schal purge it, that it bere the more fruyt. |
[2]πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ. |
[3]Now ye ben clene, for the word that Y haue spokun to you. |
[3]ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· |
[4]Dwelle ye in me, and Y in you; as a braunche may not make fruyt of it silf, but it dwelle in the vyne, so nether ye, but ye dwelle in me. |
[4]μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε. |
[5]Y am a vyne, ye the braunchis. Who that dwellith in me, and Y in hym, this berith myche fruyt, for with outen me ye moun no thing do. |
[5]ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. |
[6]If ony man dwellith not in me, he schal be caste out as a braunche, and schal wexe drie; and thei schulen gadere hym, and thei schulen caste hym in to the fier, and he brenneth. |
[6]ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται. |
[7]If ye dwellen in me, and my wordis dwelle in you, what euer thing ye wolen, ye schulen axe, and it schal be don to you. |
[7]ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν. |
[8]In this thing my fadir is clarified, that ye brynge forth ful myche fruyt, and that ye be maad my disciplis. |
[8]ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί. |
[9]As my fadir louede me, Y haue loued you; dwelle ye in my loue. |
[9]καθὼς ἠγάπησέν με ὁ Πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. |
[10]If ye kepen my comaundementis, ye schulen dwelle in my loue; as Y haue kept the comaundementis of my fadir, and Y dwelle in his loue. |
[10]ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τοῦ Πατρός μου τὰς ἐντολὰς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. |
[11]These thingis Y spak to you, that my ioye be in you, and youre ioye be fulfillid. |
[11]Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. |
[12]This is my comaundement, that ye loue togidere, as Y louede you. |
[12]αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. |
[13]No man hath more loue than this, that a man putte his lijf for hise freendis. |
[13]μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. |
[14]Ye ben my freendis if ye doen tho thingis, that Y comaunde to you. |
[14]ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν. |
[15]Now Y schal not clepe you seruauntis, for the seruaunt woot not, what his lord schal do; but Y haue clepid you freendis, for alle thingis what euere Y herde of my fadir, Y haue maad knowun to you. |
[15]οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν. |
[16]Ye han not chosun me, but Y chees you; and Y haue put you, that ye go, and brynge forth fruyt, and youre fruyt dwelle; that what euere thing ye axen the fadir in my name, he yyue to you. |
[16]οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. |
[17]These thingis Y comaunde to you, that ye loue togidere. |
[17]ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. |
[18]If the world hatith you, wite ye, that it hadde me in hate rather than you. |
[18]Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. |
[19]If ye hadden be of the world, the world schulde loue that thing that was his; but for ye ben not of the world, but Y chees you fro the world, therfor the world hatith you. |
[19]εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. |
[20]Haue ye mynde of my word, which Y seide to you, The seruaunt is not grettere than his lord. If thei han pursued me, thei schulen pursue you also; if thei han kept my word, thei schulen kepe youre also. |
[20]μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. |
[21]But thei schulen do to you alle these thingis for my name, for thei knowen not hym that sente me. |
[21]ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. |
[22]If Y hadde not comun, and hadde not spokun to hem, thei schulden not haue synne; but now thei haue noon excusacioun of her synne. |
[22]εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. |
[23]He that hatith me, hatith also my fadir. |
[23]ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. |
[24]If Y hadde not doon werkis in hem, whiche noon other man dide, thei schulden not haue synne; but now both thei han seyn, and hatid me and my fadir. |
[24]εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. |
[25]But that the word be fulfillid, that is writun in her lawe, For thei hadden me in hate with outen cause. |
[25]ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν. |
[26]But whanne the coumfortour schal come, which Y schal sende to you fro the fadir, a spirit of treuthe, which cometh of the fadir, he schal bere witnessyng of me; |
[26]Ὅταν ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· |
[27]ye schulen bere witnessyng, for ye ben with me fro the bigynnyng. |
[27]καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. |