«
Patriarchal Greek NT (1904)
Patr
Wycliffe's English Translation (1388)
Wyc
[1]Μετὰ ταῦτα ἀπῆλθεν ὁ ᾿Ιησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος· [1]Aftir these thingis Jhesus wente ouere the see of Galilee, that is Tiberias.
[2]καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. [2]And a greet multitude suede hym; for thei sayn the tokenes, that he dide on hem that weren sijke.
[3]ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ ᾿Ιησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. [3]Therfor Jhesus wente in to an hil, and sat there with hise disciplis.
[4]ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν ᾿Ιουδαίων. [4]And the paske was ful niy, a feeste dai of the Jewis.
[5]ἐπάρας οὖν ὁ ᾿Ιησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; [5]Therfor whanne Jhesus hadde lift vp hise iyen, and hadde seyn, that a greet multitude cam to hym, he seith to Filip, Wherof schulen we bie looues, that these men ete?
[6]τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. [6]But he seide this thing, temptynge hym; for he wiste what he was to do.
[7]ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. [7]Filip answerde to hym, The looues of tweyn hundrid pans sufficen not to hem, that ech man take a litil what.
[8]λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ᾿Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου. [8]Oon of hise disciplis, Andrew, the brothir of Symount Petre,
[9]ἔστι παιδάριον ἓν ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; [9]seith to him, A child is here, that hath fyue barli looues and twei fischis; but what ben these among so manye?
[10]εἶπε δὲ ὁ ᾿Ιησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. [10]Therfor Jhesus seith, Make ye hem sitte to the mete. And there was myche hey in the place. And so men saten to the mete, as `fyue thousynde in noumbre.
[11]ἔλαβε δὲ τοὺς ἄρτους ὁ ᾿Ιησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. [11]And Jhesus took fyue looues, and whanne he hadde do thankyngis, he departide to men that saten to the mete, and also of the fischis, as myche as thei wolden.
[12]ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. [12]And whanne thei weren fillid, he seide to hise disciplis, Gadir ye the relifs that ben left, that thei perischen not.
[13]συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν. [13]And so thei gadriden, and filliden twelue cofyns of relif of the fyue barli looues and twei fischis, that lefte to hem that hadden etun.
[14]Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ ᾿Ιησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. [14]Therfor tho men, whanne thei hadden seyn the signe that he hadde don, seiden, For this is verili the profete, that is to come in to the world.
[15]᾿Ιησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. [15]And whanne Jhesus hadde knowun, that thei weren to come to take hym, and make hym kyng, he fleiy `aloone eft in to an hille.
[16]῾Ως δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, [16]And whanne euentid was comun, his disciplis wenten doun to the see.
[17]καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς, [17]And thei wenten vp in to a boot, and thei camen ouer the see in to Cafarnaum. And derknessis weren maad thanne, and Jhesus was not come to hem.
[18]ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο. [18]And for a greet wynde blew, the see roos vp.
[19]ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσι τὸν ᾿Ιησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. [19]Therfor whanne thei hadden rowid as fyue and twenti furlongis or thretti, thei seen Jhesus walkynge on the see, and to be neiy the boot; and thei dredden.
[20]ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε. [20]And he seide to hem, Y am; nyle ye drede.
[21]ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. [21]Therfor thei wolden take hym in to the boot, and anoon the boot was at the loond, to which thei wenten.
[22]Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ ᾿Ιησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· [22]On `the tother dai the puple, that stood ouer the see, say, that ther was noon other boot there but oon, and that Jhesu entride not with hise disciplis in to the boot, but hise disciplis aloone wenten.
[23]ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου· [23]But othere bootis camen fro Tiberias bisidis the place, where thei hadden eetun breed, and diden thankyngis to God.
[24]ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι ᾿Ιησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναοὺμ ζητοῦντες τὸν ᾿Ιησοῦν. [24]Therfor whanne the puple hadde seyn, that Jhesu was not there, nether hise disciplis, thei wenten vp in to bootis, and camen to Cafarnaum, sekynge Jhesu.
[25]καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας; [25]And whanne thei hadden foundun hym ouer the see, thei seiden to hym, Rabi, hou come thou hidur?
[26]ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. [26]Jhesus answerde to hem, and seide, Treuli, treuli, Y seie to you, ye seken me, not for ye sayn the myraclis, but for ye eten of looues, and weren fillid.
[27]ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός. [27]Worche ye not mete that perischith, but that dwellith in to euerlastynge lijf, which mete mannys sone schal yyue to you; for God the fadir hath markid hym.
[28]εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τά ἔργα τοῦ Θεοῦ; [28]Therfor thei seiden to hym, What schulen we do, that we worche the werkis of God?
[29]ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. [29]Jhesus answerde, and seide to hem, This is the werk of God, that ye bileue to hym, whom he sente.
[30]εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; [30]Therfor thei seiden to hym, What tokene thanne doist thou, that we seen, and bileue to thee? what worchist thou?
[31]οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. [31]Oure fadris eeten manna in desert, as it is writun, He yaf to hem breed fro heuene to ete.
[32]εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. [32]Therfor Jhesus seith to hem, Treuli, treuli, Y seie to you, Moyses yaf you not breed fro heuene, but my fadir yyueth you veri breed fro heuene;
[33]ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. [33]for it is very breed that cometh doun fro heuene, and yyueth lijf to the world.
[34]εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. [34]Therfor thei seiden to hym, Lord, euere yyue vs this breed.
[35]εἶπε δὲ αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. [35]And Jhesus seide to hem, Y am breed of lijf; he that cometh to me, schal not hungur; he that bileueth in me, schal neuere thirste.
[36]ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. [36]But Y seid to you, that ye han seyn me, and ye bileueden not.
[37]Πᾶν ὃ δίδωσί μοι ὁ πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω· [37]Al thing, that the fadir yyueth to me, schal come to me; and Y schal not caste hym out, that cometh to me.
[38]ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. [38]For Y cam doun fro heuene, not that Y do my wille, but the wille of hym that sente me.
[39]τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. [39]And this is the wille of the fadir that sente me, that al thing that the fadir yaf me, Y leese not of it, but ayen reise it in the laste dai.
[40]τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. [40]And this is the wille of my fadir that sente me, that ech man that seeth the sone, and bileueth in hym, haue euerlastynge lijf; and Y schal ayen reyse hym in the laste dai.
[41]᾿Εγόγγυζον οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, [41]Therfor Jewis grutchiden of hym, for he hadde seid, Y am breed that cam doun fro heuene.
[42]καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ᾿Ιησοῦς ὁ υἱὸς ᾿Ιωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; [42]And thei seiden, Whether this is not Jhesus, the sone of Joseph, whos fadir and modir we han knowun. Hou thanne seith this, That Y cam doun fro heuene?
[43]ἀπεκρίθη οὖν ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων. [43]Therfor Jhesus answerde, and seide to hem, Nyle ye grutche togidere.
[44]οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. [44]No man may come to me, but if the fadir that sente me, drawe hym; and Y schal ayen reise hym in the laste dai. It is writun in prophetis,
[45]ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. πᾶς ὁ ἀκούων παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρός με· [45]And alle men schulen be able for to be tauyt `of God. Ech man that herde of the fadir, and hath lerned, cometh to me.
[46]οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα. [46]Not for ony man hath sey the fadir, but this that is of God, hath sey the fadir.
[47]ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. [47]Sotheli, sotheli, Y seie to you, he that bileueth in me, hath euerlastynge lijf.
[48]ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. [48]Y am breed of lijf.
[49]οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· [49]Youre fadris eeten manna in desert, and ben deed.
[50]οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. [50]This is breed comynge doun fro heuene, that if ony man ete therof, he die not.
[51]ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. [51]Y am lyuynge breed, that cam doun fro heuene.
[52]᾿Εμάχοντο οὖν πρὸς ἀλλήλους οἱ ᾿Ιουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; [52]If ony man ete of this breed, he schal lyue withouten ende. And the breed that Y schal yyue, is my fleisch for the lijf of the world.
[53]εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. [53]Therfor the Jewis chidden togidere, and seiden, Hou may this yyue to vs his fleisch to ete?
[54]ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. [54]Therfor Jhesus seith to hem, Treuli, treuli, Y seie to you, but ye eten the fleisch of mannus sone, and drenken his blood, ye schulen not haue lijf in you.
[55]ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. [55]He that etith my fleisch, and drynkith my blood, hath euerlastynge lijf, and Y schal ayen reise hym in the laste dai.
[56]ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. [56]For my fleisch is veri mete, and my blood is very drynk.
[57]καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ. [57]He that etith my fleisch, and drynkith my blood, dwellith in me, and Y in hym.
[58]οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. [58]As my fadir lyuynge sente me, and Y lyue for the fadir, and he that etith me, he schal lyue for me.
[59]Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ. [59]This is breed, that cam doun fro heuene. Not as youre fadris eten manna, and ben deed; he that etith this breed, schal lyue withouten ende.
[60]Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; [60]He seide these thingis in the synagoge, techynge in Cafarnaum.
[61]εἰδὼς δὲ ὁ ᾿Ιησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει; [61]Therfor many of hise disciplis herynge, seiden, This word is hard, who may here it?
[62]ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; [62]But Jhesus witynge at hym silf, that hise disciplis grutchiden of this thing, seide to hem, This thing sclaundrith you?
[63]τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. [63]Therfor if ye seen mannus sone stiynge, where he was bifor?
[64]ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ ᾿Ιησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. [64]It is the spirit that quykeneth, the fleisch profitith no thing; the wordis that Y haue spokun to you, ben spirit and lijf.
[65]καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου. [65]But ther ben summe of you that bileuen not. For Jhesus wiste fro the bigynnynge, which weren bileuynge, and who was to bitraye hym.
[66]᾿Εκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. [66]And he seide, Therfor Y seide to you, that no man may come to me, but it were youun to hym of my fadir.
[67]εἶπεν οὖν ὁ ᾿Ιησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; [67]Fro this tyme many of hise disciplis wenten abak, and wenten not now with hym.
[68]ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· [68]Therfor Jhesus seide to the twelue, Whether ye wolen also go awei?
[69]καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. [69]And Symount Petre answeride to hym, Lord, to whom schulen we gon? Thou hast wordis of euerlastynge lijf;
[70]ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. [70]and we bileuen, and han knowun, that thou art Crist, the sone of God.
[71]ἔλεγε δὲ τὸν ᾿Ιούδαν Σίμωνος ᾿Ισκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα. [71]Therfor Jhesus answerde to hem, Whether Y chees not you twelue, and oon of you is a feend?
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Author: John Wycliffe (1328 – 1384)
Top