|
[1]ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν. |
[1]And Jesus went unto the Mount of Olives, |
[2]ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς. |
[2]And early in the morning came again into the Temple, and all the people came unto him, and he sat down, and taught them. |
[3]ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ |
[3]Then the Scribes, and the Pharisees brought unto him a woman, taken in adultery, and set her in the midst, |
[4]λέγουσιν αὐτῶ, διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾽ αὐτοφώρῳ μοιχευομένη· |
[4]And said unto him, Master, this woman was taken in adultery, in the very act. |
[5]ἐν δὲ τῶ νόμῳ ἡμῖν μωϊσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν· σὺ οὗν τί λέγεις; |
[5]Now Moses in the Law commanded us, that such should be stoned: what sayest thou therefore? |
[6]τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ ἰησοῦς κάτω κύψας τῶ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν. |
[6]And this they said to tempt him, that they might have, whereof to accuse him. But Jesus stooped down, and with his finger wrote on the ground. |
[7]ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς, ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ᾽ αὐτὴν βαλέτω λίθον· |
[7]And while they continued asking him, he lift himself up, and said unto them, Let him that is among you without sin, cast the first stone at her. |
[8]καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν. |
[8]And again he stooped down, and wrote on the ground. |
[9]οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ᾽ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη μόνος, καὶ ἡ γυνὴ ἐν μέσῳ οὗσα. |
[9]And when they heard it, being accused by their own conscience, they went out one by one, beginning at the eldest even to the last: so Jesus was left alone, and the woman standing in the midst. |
[10]ἀνακύψας δὲ ὁ ἰησοῦς εἶπεν αὐτῇ, γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν; |
[10]When Jesus had lift up himself again, and saw no man, but the woman, he said unto her, Woman, where are those thine accusers? hath no man condemned thee? |
[11]ἡ δὲ εἶπεν, οὐδείς, κύριε. εἶπεν δὲ ὁ ἰησοῦς, οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, [καὶ] ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.]] |
[11]She said, No man, Lord. And Jesus said, Neither do I condemn thee: go and sin no more. |
[12]πάλιν οὗν αὐτοῖς ἐλάλησεν ὁ ἰησοῦς λέγων, ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. |
[12]Then spake Jesus again unto them, saying, I am the light of the world: he that followeth me, shall not walk in darkness, but shall have the light of life. |
[13]εἶπον οὗν αὐτῶ οἱ φαρισαῖοι, σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. |
[13]The Pharisees therefore said unto him, Thou bearest record of thyself: thy record is not true. |
[14]ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. |
[14]Jesus answered, and said unto them, Though I bear record of myself, yet my record is true: for I know whence I came and whether I go: but ye cannot tell whence I come, and whether I go. |
[15]ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. |
[15]Ye judge after the flesh: I judge no man. |
[16]καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. |
[16]And if I also judge, my judgment is true: for I am not alone, but I and the Father, that sent me. |
[17]καὶ ἐν τῶ νόμῳ δὲ τῶ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. |
[17]And it is also written in your Law, that the testimony of two men is true. |
[18]ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. |
[18]I am one that bear witness of myself, and the Father that sent me, beareth witness of me. |
[19]ἔλεγον οὗν αὐτῶ, ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη ἰησοῦς, οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε. |
[19]Then said they unto him, Where is thy Father? Jesus answered, Ye neither know me, nor my Father. If ye had known me, ye should have known my Father also. |
[20]ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῶ γαζοφυλακίῳ διδάσκων ἐν τῶ ἱερῶ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. |
[20]These words spake Jesus in the treasury, as he taught in the Temple, and no man laid hands on him: for his hour was not yet come. |
[21]εἶπεν οὗν πάλιν αὐτοῖς, ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. |
[21]Then said Jesus again unto them, I go my way, and ye shall seek me, and shall die in your sins, Whether I go, can ye not come. |
[22]ἔλεγον οὗν οἱ ἰουδαῖοι, μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; |
[22]Then said the Jews, Will he kill himself because he saith, Whether I go, can ye not come? |
[23]καὶ ἔλεγεν αὐτοῖς, ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. |
[23]And he said unto them, Ye are from beneath: I am from above: ye are of this world: I am not of this world. |
[24]εἶπον οὗν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. |
[24]I said therefore unto you, That ye shall die in your sins: for except ye believe, that I am he, ye shall die in your sins. |
[25]ἔλεγον οὗν αὐτῶ, σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ ἰησοῦς, τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; |
[25]Then said they unto him, Who art thou? And Jesus said unto them, Even the same thing that I said unto you from the beginning. |
[26]πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. |
[26]I have many things to say, and to judge of you: but he that sent me, is true, and the things that I have heard of him, those speak I to the world. |
[27]οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. |
[27]They understood not that he spake to them of the Father. |
[28]εἶπεν οὗν [αὐτοῖς] ὁ ἰησοῦς, ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ. |
[28]Then said Jesus unto them, When ye have lift up the Son of man, then shall ye know that I am he, and that I do nothing of myself, but as my Father hath taught me, so I speak these things. |
[29]καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῶ ποιῶ πάντοτε. |
[29]For he that sent me, is with me: the Father hath not left me alone, because I do always those things that please him. |
[30]ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. |
[30]As he spake these things, many believed in him. |
[31]ἔλεγεν οὗν ὁ ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῶ ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῶ λόγῳ τῶ ἐμῶ, ἀληθῶς μαθηταί μού ἐστε, |
[31]Then said Jesus to the Jews which believed in him, If ye continue in my word, ye are verily my disciples, |
[32]καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. |
[32]And shall know the truth, and the truth shall make you free. |
[33]ἀπεκρίθησαν πρὸς αὐτόν, σπέρμα ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; |
[33]They answered him, We be Abrahams seed, and were never bound to any man: why sayest thou then, Ye shall be made free? |
[34]ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. |
[34]Jesus answered them, Verily, verily I say unto you, that whosoever commiteth sin, is the servant of sin. |
[35]ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. |
[35]And the servant abideth not in the house forever: but the Son abideth for ever. |
[36]ἐὰν οὗν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. |
[36]If the Son therefore shall make you free, you shall be free indeed. |
[37]οἶδα ὅτι σπέρμα ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. |
[37]I know that ye are Abrahams seed, but ye seek to kill me, because my word hath no place in you. |
[38]ἃ ἐγὼ ἑώρακα παρὰ τῶ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὗν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε. |
[38]I speak that which I have seen with my Father: and ye do that which ye have seen with your father. |
[39]ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, ὁ πατὴρ ἡμῶν ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ ἰησοῦς, εἰ τέκνα τοῦ ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ ἀβραὰμ ἐποιεῖτε· |
[39]They answered, and said unto him, Abraham is our father. Jesus said unto them, If ye were Abrahams children, ye would do the works of Abraham. |
[40]νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο ἀβραὰμ οὐκ ἐποίησεν. |
[40]But now ye go about to kill me, a man that have told you the truth, which I have heard of God: this did not Abraham. |
[41]ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν [οὗν] αὐτῶ, ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν. |
[41]Ye do the works of your father. Then said they to him, We are not born of fornication: we have one Father, which is God. |
[42]εἶπεν αὐτοῖς ὁ ἰησοῦς, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν. |
[42]Therefore Jesus said unto them, If God were your Father, then would ye love me: for I proceeded forth, and came from God, neither came I of myself, but he sent me. |
[43]διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. |
[43]Why do ye not understand my talk? Because ye cannot hear my word. |
[44]ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῶ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. |
[44]Ye are of your father the devil, and the lusts of your father ye will do: he hath been a murderer from the beginning, and abode not in the truth, because there is no truth in him. When he speaketh a lie, then speaketh he of his own: for he is a liar, and the father thereof. |
[45]ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. |
[45]And because I tell you the truth, ye believe me not. |
[46]τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; |
[46]Which of you can rebuke me of sin? And if I say the truth, why do ye not believe me? |
[47]ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. |
[47]He that is of God, heareth Gods words: ye therefore hear them not, because ye are not of God. |
[48]ἀπεκρίθησαν οἱ ἰουδαῖοι καὶ εἶπαν αὐτῶ, οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; |
[48]Then answered the Jews, and said unto him, Say we not well that thou art a Samaritan, and hast a devil? |
[49]ἀπεκρίθη ἰησοῦς, ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. |
[49]Jesus answered, I have not a devil, but I honor my Father, and ye have dishonored me. |
[50]ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. |
[50]And I seek not mine own praise: but there is one that seeketh it, and judgeth. |
[51]ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. |
[51]Verily, verily I say unto you, If a man keep my word, he shall never see death. |
[52]εἶπον [οὗν] αὐτῶ οἱ ἰουδαῖοι, νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. |
[52]Then said the Jews to him, Now know we that thou hast a devil. Abraham is dead, and the Prophets, and thou sayest, If a man keep my word, he shall never taste of death. |
[53]μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; |
[53]Art thou greater than our father Abraham, which is dead? And the Prophets are dead: whom makest thou thyself? |
[54]ἀπεκρίθη ἰησοῦς, ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν· |
[54]Jesus answered, If I honor myself, mine honor is nothing worth: it is my Father that honoreth me, whom ye say, that he is your God. |
[55]καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. |
[55]Yet ye have not known him: but I know him, and if I should say I know him not, I should be a liar like unto you: but I know him, and keep his word. |
[56]ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. |
[56]Your father Abraham rejoiced to see my day, and he saw it, and was glad. |
[57]εἶπον οὗν οἱ ἰουδαῖοι πρὸς αὐτόν, πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ ἀβραὰμ ἑώρακας; |
[57]Then said the Jews unto him, Thou art not yet fifty year old, and hast thou seen Abraham? |
[58]εἶπεν αὐτοῖς ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. |
[58]Jesus said unto them, Verily, verily I say unto you, before Abraham was, I am. |
[59]ἦραν οὗν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ. |
[59]Then took they up stones, to cast at him, but Jesus hid himself, and went out of the Temple. |