«
Peshitta (Lamsa, 1933)
Pes(Lam)
The Septuagint
LXX
[1]AND the word of the LORD came to Jonah the second time, saying, [1]καὶ ἐγένετο λόγος κυρίου πρὸς ιωναν ἐκ δευτέρου λέγων
[2]Arise, go to Nineveh, that great city, and cry against it the proclamation which I tell you. [2]ἀνάστηθι καὶ πορεύθητι εἰς νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν ὃ ἐγὼ ἐλάλησα πρὸς σέ
[3]So Jonah arose and went to Nineveh, according to the word of the LORD. Now Nineveh was an exceeding great city in the presence of God, of three days journey. [3]καὶ ἀνέστη ιωνας καὶ ἐπορεύθη εἰς νινευη καθὼς ἐλάλησεν κύριος ἡ δὲ νινευη ἦν πόλις μεγάλη τῷ θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν
[4]And Jonah began to enter into the city a day's journey, and he cried and said, Yet forty days and Nineveh shall be overthrown [4]καὶ ἤρξατο ιωνας τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξεν καὶ εἶπεν ἔτι τρεῖς ἡμέραι καὶ νινευη καταστραφήσεται
[5]So the people of Nineveh believed in God and decreed a fast and put on sackcloth, from the greatest of them even to the least. [5]καὶ ἐνεπίστευσαν οἱ ἄνδρες νινευη τῷ θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν
[6]And when the news reached the king of Nineveh, he arose from his throne and took off his crown from his head and covered himself with sackcloth and sat in ashes. [6]καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς νινευη καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ
[7]And he caused it to be proclaimed and published through Nineveh by the decree of the king and his nobles, saying, Let neither men nor beast, herd nor flock, taste anything; let them not feed nor drink water; [7]καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν
[8]But let men and beasts be covered with sackcloth and cry to God with groaning; yea, let every man turn from his evil way and from the violence that is in his hands. [8]καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες
[9]Who knows if God will return and have mercy upon us, and remove from us his fierce anger, that we may perish not? [9]τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα
[10]And God saw their works, that they turned from their evil ways; he turned away from them his fierce anger, and he did not destroy them [10]καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς καὶ οὐκ ἐποίησεν
Author: George M. Lamsa
Source: studybible.info
Source: sacred-texts.org
Top