Warning: file_put_contents(/var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/dat/scroll/Lao.en/cache.txt): Failed to open stream: Permission denied in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/funcs.inc line 923

[1] file:  (line ): handle_error()
[2] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/funcs.inc (line 923): file_put_contents()
[3] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/funcs.inc (line 1519): Scroll->load()
[4] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll.inc (line 639): new_scroll()
[5] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc (line 177): require()
[6] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php (line 112): require()
[7] file: /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php (line 20): require()
ESB | Lev 24 | LXX, Lao.en
«
The Septuagint
LXX
Epistle to the Laodiceans (English)
Lao[EN]
[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [No book]
[2]ἔντειλαι τοῖς υἱοῖς ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι λύχνον διὰ παντός [No book]
[3]ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν [No book]
[4]ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί [No book]
[5]καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς [No book]
[6]καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου [No book]
[7]καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ [No book]
[8]τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν ισραηλ διαθήκην αἰώνιον [No book]
[9]καὶ ἔσται ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ νόμιμον αἰώνιον [No book]
[10]καὶ ἐξῆλθεν υἱὸς γυναικὸς ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς αἰγυπτίου ἐν τοῖς υἱοῖς ισραηλ καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ ισραηλίτης [No book]
[11]καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς ισραηλίτιδος τὸ ὄνομα κατηράσατο καὶ ἤγαγον αὐτὸν πρὸς μωυσῆν καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ σαλωμιθ θυγάτηρ δαβρι ἐκ τῆς φυλῆς δαν [No book]
[12]καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου [No book]
[13]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [No book]
[14]ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή [No book]
[15]καὶ τοῖς υἱοῖς ισραηλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν ἁμαρτίαν λήμψεται [No book]
[16]ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ ισραηλ ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω [No book]
[17]καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω [No book]
[18]καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς [No book]
[19]καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον ὡς ἐποίησεν αὐτῷ ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ [No book]
[20]σύντριμμα ἀντὶ συντρίμματος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ οὕτως δοθήσεται αὐτῷ [No book]
[21]ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω [No book]
[22]δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν [No book]
[23]καὶ ἐλάλησεν μωυσῆς τοῖς υἱοῖς ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ οἱ υἱοὶ ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τῷ μωυσῇ [No book]
Source: sacred-texts.org
Top