«
The Septuagint
LXX
The Bishops' Bible (1568)
Bishop
[1]οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμῖν οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν [1]Ye shall make you no idols nor graue image, neither reare you vp any piller, neither shall ye set vp any image of stone in your lande to bowe downe vnto it: for I am the Lorde your God
[2]τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος [2]Ye shall kepe my Sabbathes, and reuerence my sanctuarie: for I am the Lorde
[3]ἐὰν τοῖς προστάγμασίν μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς [3]If ye walke in my ordinaunces, and kepe my commaundementes, & do the
[4]καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν [4]I wyll sende you rayne in due season, and the lande shall yeelde her increase, and the trees of the fielde shall geue their fruite
[5]καὶ καταλήμψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρύγητον καὶ ὁ τρύγητος καταλήμψεται τὸν σπόρον καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν [5]And your thresshyng shal reache vnto the vintage, & the vintage shall reache vnto sowyng tyme: and ye shall eate your bread in plenteousnesse, and dwell in your lande safely
[6]καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν [6]And I wyll sende peace in the lande, and ye shall lye downe without any man to make you afrayde: And I wyll ridde euyll beastes out of the lande, and there shall no sworde go throughout your lande
[7]καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ [7]And ye shall chase your enemies, and they shal fall before you vpon ye sworde
[8]καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ [8]And fiue of you shall chase an hundred, and an hundred of you shall put ten thousande to flight: & your enemies shall fall before you vpon the sworde
[9]καὶ ἐπιβλέψω ἐφ ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληθυνῶ ὑμᾶς καὶ στήσω τὴν διαθήκην μου μεθ ὑμῶν [9]For I wyll haue respect vnto you, and make you increase, and multiplie you, and set vp my couenaunt with you
[10]καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε [10]And ye shall eate olde store, and cary out olde, because of the newe
[11]καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς [11]And I wyll make my dwellyng place among you, and my soule shal not lothe you
[12]καὶ ἐμπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῶν θεός καὶ ὑμεῖς ἔσεσθέ μου λαός [12]I wyll walke among you, and wilbe your God, and ye shalbe my people
[13]ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς αἰγύπτου ὄντων ὑμῶν δούλων καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν καὶ ἤγαγον ὑμᾶς μετὰ παρρησίας [13]I am the Lorde your God which brought you out of the lande of Egypt, that ye shoulde not be their bondmen, and I haue broken the chaynes of your yoke, and made you go vpright
[14]ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα [14]But and if ye wyll not hearken vnto me, nor wyll not do after these commaundementes
[15]ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασίν μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου [15]And yf ye shall dispise myne ordinaunces, either if your soule abhorre my lawes, so that ye wyll not do all my commaundementes, but breake my couenaunt
[16]καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν καὶ ἐπισυστήσω ἐφ ὑμᾶς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν καὶ σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν [16]I also wyll do this vnto you: For I wyll bryng vpon you fearefulnesse, consumption, and the burnyng ague to consume your eyes, and gender sorowe of heart: And ye shall sowe your seede in vayne, for your enemies shall eate it
[17]καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ ὑμᾶς καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμᾶς [17]And I wyll set my face agaynst you, & ye shall fall before your enemies: they that hate you shal raigne ouer you, and ye shall flee whe no man foloweth you
[18]καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν [18]And yf ye wyl not yet for all this hearken vnto me, then wyll I punishe you seuen tymes more for your sinnes
[19]καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν [19]And wyll breake the pride of your power, and I wyll make your heauen as iron, and your earth as brasse
[20]καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ [20]And your labour shalbe spent in vayne: for your lande shall not geue her increase, neither shall the trees of the lande geue their fruites
[21]καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν [21]And if ye walke contrarie vnto me, and wyll not hearken vnto me, I wyll bryng seuen tymes mo plagues vpon you, accordyng to your sinnes
[22]καὶ ἀποστελῶ ἐφ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν [22]I wyll also sende in wylde beastes vpon you, which shall robbe you of your children, and destroy your cattell, and make you fewe in number, and cause your hye wayes to be desolate
[23]καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθῆτε ἀλλὰ πορεύησθε πρός με πλάγιοι [23]And if ye may not be refourmed by these thynges, but shall walke contrary vnto me
[24]πορεύσομαι κἀγὼ μεθ ὑμῶν θυμῷ πλαγίῳ καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν [24]Then wyll I also walke contrarie vnto you, and wyl punishe you yet seuen tymes for your sinnes
[25]καὶ ἐπάξω ἐφ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν [25]And I wyll sende a sworde vpon you, that shall auenge my couenaunt: And when ye are gathered together within your cities, I wyll sende the pestilence among you, and ye shalbe delyuered into the hande of the enemie
[26]ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων καὶ πέψουσιν δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε [26]And whe I haue broken the staffe of your bread ten wyues shall bake your bread in one ouen, and they shall deliuer you your bread agayne by wayght, ye shall eate, and not be satisfied
[27]ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρός με πλάγιοι [27]And if ye wyl not yet for all this hearken vnto me, but walke agaynst me
[28]καὶ αὐτὸς πορεύσομαι μεθ ὑμῶν ἐν θυμῷ πλαγίῳ καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν [28]I wyll walke contrary vnto you also in indignation, and wyll chastise you seuen tymes more for your sinnes
[29]καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε [29]And ye shall eate the fleshe of your sonnes, and the fleshe of your daughters shall ye deuour
[30]καὶ ἐρημώσω τὰς στήλας ὑμῶν καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν [30]I wyll destroy your hye places, and cut away your images, and cast your carkasses vpon ye bodyes of your idols, and my soule shall abhorre you
[31]καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν [31]And I wyll make your cities desolate, and bring your sanctuarie vnto naught, and wyll not smell the sauour of your sweete odours
[32]καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν καὶ θαυμάσονται ἐπ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ [32]I wyll bryng the lande vnto a wildernesse, and your enemies which dwell therin shall wonder at it
[33]καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι [33]And I wyll strowe you among the heathen, and wyll drawe out a sworde after you: and your lande shalbe waste, and your cities desolate
[34]τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν τότε σαββατιεῖ ἡ γῆ καὶ εὐδοκήσει τὰ σάββατα αὐτῆς [34]Then shall the lande enioy her Sabbathes as long as it lyeth voyde, and ye shalbe in your enemies lande: euen then shall the lande rest and enioy her Sabbathes
[35]πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν ἡνίκα κατῳκεῖτε αὐτήν [35]As long as it lyeth voyde, it shall rest: because it dyd not rest in your Sabbathes when ye dwelt vpon it
[36]καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσοῦνται οὐθενὸς διώκοντος [36]And vpon them that are left alyue of you, I will sende a fayntnesse into their heartes in the landes of their enemies: and the sounde of a shakyng leafe shall chase them, and they shall flee as fleyng from a sworde: they shall fall, no man folowyng vpon them
[37]καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν [37]They shall fall one vpon another as it were before a sworde, euen no man folowyng vpon them, and ye shall haue no power to stand before your enemies
[38]καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσιν καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν [38]And ye shall perishe among the heathen, and the lande of your enemies shall eate you vp
[39]καὶ οἱ καταλειφθέντες ἀφ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται [39]And they that are left of you, shal pine away in their vnrighteousnesse [euen] in your enemies landes, & in the misdeedes of their fathers shall they consume with them
[40]καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι [40]And they shal confesse their misdeedes and the misdeedes of their fathers, for their trespasse which they haue trespassed agaynst me, and for that also that they haue walked contrary vnto me
[41]καὶ ἐγὼ ἐπορεύθην μετ αὐτῶν ἐν θυμῷ πλαγίῳ καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτῶν [41]Therfore, I also wyll walke contrarie vnto them, and wyl bring them into the lande of their enemies: And then at the least way their vncircumcised heartes shalbe tamed, and they shall willingly accept their sinne
[42]καὶ μνησθήσομαι τῆς διαθήκης ιακωβ καὶ τῆς διαθήκης ισαακ καὶ τῆς διαθήκης αβρααμ μνησθήσομαι καὶ τῆς γῆς μνησθήσομαι [42]Then I wyll remember my couenaunt with Iacob, and my couenaunt with Isahac, and my couenaunt with Abraham wyll I remember, and wyll thynke on the lande
[43]καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ὑπ αὐτῶν τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς ἐν τῷ ἐρημωθῆναι αὐτὴν δι αὐτούς καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας ἀνθ ὧν τὰ κρίματά μου ὑπερεῖδον καὶ τοῖς προστάγμασίν μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν [43]The lande also shalbe left of them, and shall enioy her Sabbathes whyle she lyeth waste without them: And they shall willingly accept their sinne, because they dispised my lawes, & because their soule abhorred my ordinaunces
[44]καὶ οὐδ ὧς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν [44]And yet for all that, when they be in the lande of their enemies, I wyll not cast them away, neither wyll abhorre them to destroy them vtterly, and to breake my couenaunt with them: for I am the Lorde their God
[45]καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν τοῦ εἶναι αὐτῶν θεός ἐγώ εἰμι κύριος [45]I wyll for their sakes remember the couenaunt of olde, when I brought the out of the lande of Egypt in the sight of the heathen, that I myght be their God: I am the Lorde
[46]ταῦτα τὰ κρίματα καὶ τὰ προστάγματα καὶ ὁ νόμος ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον τῶν υἱῶν ισραηλ ἐν τῷ ὄρει σινα ἐν χειρὶ μωυσῆ [46]These are the ordinaunces, and iudgementes, and lawes, which the Lorde made betweene hym and the children of Israel in mount Sinai by the hande of Moyses
Source: sacred-texts.org
Source: studybible.org
Top