|
[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων |
[1]Moreover the Lord spake unto Moses, saying, |
[2]λάλησον πρὸς τοὺς υἱοὺς ισραηλ λέγων ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ αὐτῶν |
[2]Speak unto the children of Israel, saying, If any shall sin through ignorance, in any of the commandments of the Lord, (which ought not to be done) but shall do contrary to any of them, |
[3]ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτοῦ |
[3]If the priest that is anointed do sin (according to the sin of the people) then shall he offer, for his sin which he hath sinned, a young bullock without blemish unto the Lord for a sin offering, |
[4]καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου |
[4]And he shall bring the bullock unto the door of the tabernacle of the congregation before the Lord, and shall put his hand upon the bullock's head, and kill the bullock before the Lord. |
[5]καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου |
[5]And the priest that is anointed shall take of the bullock's blood, and bring it into the tabernacle of the congregation. |
[6]καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον |
[6]Then the priest shall dip his finger in the blood, and sprinkle of the blood seven times before the Lord, before the veil of the sanctuary. |
[7]καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου |
[7]The priest also shall put some of the blood before the Lord, upon the horns of the altar of sweet incense, which is in the tabernacle of the congregation, then shall he pour all the rest of the blood of the bullock at the foot of the altar of burnt offering, which is at the door of the tabernacle of the congregation. |
[8]καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ αὐτοῦ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων |
[8]And he shall take away all the fat of the bullock for the sin offering: to wit, the fat that covereth the inwards, and all the fat that is about the inwards. |
[9]καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ αὐτῶν ὅ ἐστιν ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό |
[9]He shall take away also the two kidneys, and the fat that is upon them, and upon the flanks, and the caul upon the liver with the kidneys, |
[10]ὃν τρόπον ἀφαιρεῖται ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως |
[10]As it was taken away from the bullock of the peace offerings, and the priest shall burn them upon the altar of burnt offering. |
[11]καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ |
[11]But the skin of the bullock, and all his flesh, with his head, and his legs, and his inwards, and his dung shall he bear out. |
[12]καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν οὗ ἐκχεοῦσιν τὴν σποδιάν καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται |
[12]So he shall carry the whole bullock out of the host unto a clean place, where the ashes are poured, and shall burn him on the wood in the fire: where the ashes are cast out, shall he be burned. |
[13]ἐὰν δὲ πᾶσα συναγωγὴ ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν |
[13]And if the whole congregation of Israel shall sin through ignorance, and the thing be hid from the eyes of the multitude, and have done against any of the commandments of the Lord which should not be done, and have offended: |
[14]καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου |
[14]When the sin which they have committed shall be known, then the congregation shall offer a young bullock for the sin, and bring him before the tabernacle of the congregation, |
[15]καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου |
[15]And the elders of the congregation shall put their hands upon the head of the bullock before the Lord, and he shall kill the bullock before the Lord. |
[16]καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου |
[16]Then the priest that is anointed, shall bring of the bullock's blood into the tabernacle of the congregation, |
[17]καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ ἑπτάκις ἔναντι κυρίου κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου |
[17]And the priest shall dip his finger in the blood, and sprinkle it seven times before the Lord, even before the veil. |
[18]καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως ὅ ἐστιν ἐνώπιον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου |
[18]Also he shall put some of the blood upon the horns of the altar, which is before the Lord, that is in the tabernacle of the congregation: then shall he pour all the rest of the blood at the foot of the altar of burnt offering, which is at the door of the tabernacle of the congregation, |
[19]καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον |
[19]And he shall take all his fat from him, and burn it upon the altar. |
[20]καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας οὕτως ποιηθήσεται καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία |
[20]And the priest shall do with this bullock, as he did with the bullock for his sin: so shall he do with this: so the priest shall make an atonement for them, and it shall be forgiven them. |
[21]καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν τὸν μόσχον ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον ἁμαρτία συναγωγῆς ἐστιν |
[21]For he shall carry the bullock without the host, and burn him as he burned the first bullock: for it is an offering for the sin of the congregation. |
[22]ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν ἣ οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ |
[22]When a ruler shall sin, and do through ignorance against any of the commandments of the Lord his God, which should not be done, and shall offend, |
[23]καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄρσεν ἄμωμον |
[23]If one show unto him his sin, which he hath committed, then shall he bring for his offering an he goat without blemish, |
[24]καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου ἁμαρτία ἐστίν |
[24]And shall lay his hand upon the head of the he goat, and kill it in the place where he should kill the burnt offering before the Lord: for it is a sin offering. |
[25]καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων |
[25]Then the priest shall take of the blood of the sin offering with his finger, and put it upon the horns of the burnt offering altar, and shall pour the rest of his blood at the foot of the burnt offering altar, |
[26]καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἀφεθήσεται αὐτῷ |
[26]And shall burn all his fat upon the altar, as the fat of the peace offering: so the priest shall make an atonement for him, concerning his sin, and it shall be forgiven him. |
[27]ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσῃ |
[27]Likewise if any of the people of the land shall sin through ignorance in doing against any of the commandments of the Lord, which should not be done, and shall offend, |
[28]καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν |
[28]If one show him his sin which he hath committed, then he shall bring for his offering, a she goat without blemish for his sin which he hath committed, |
[29]καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα |
[29]And he shall lay his hand upon the head of the sin offering, and slay the sin offering in the place of burnt offering. |
[30]καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου |
[30]Then the priest shall take of the blood thereof with his finger, and put it upon the horns of the burnt offering altar, and pour all the rest of the blood thereof at the foot of the altar, |
[31]καὶ πᾶν τὸ στέαρ περιελεῖ ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτῷ |
[31]And shall take away all his fat, as the fat of the peace offerings is taken away, and the priest shall burn it upon the altar for a sweet savor unto the Lord, and the priest shall make an atonement for him, and it shall be forgiven him. |
[32]ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ εἰς ἁμαρτίαν θῆλυ ἄμωμον προσοίσει αὐτό |
[32]And if he bring a lamb for his sin offering, he shall bring a female without blemish, |
[33]καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα |
[33]And shall lay his hand upon the head of the sin offering, and he shall slay it for a sin offering in the place where he should kill the burnt offering. |
[34]καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως |
[34]Then the priest shall take of the blood of the sin offering with his finger, and put it upon the horns of the burnt offering altar, and shall pour all the rest of the blood thereof at the foot of the altar. |
[35]καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτῷ |
[35]And he shall take away all the fat thereof, as the fat of the lamb of the peace offerings is taken away: then the priest shall burn it upon the altar with the oblations of the Lord made by fire, and the priest shall make an atonement for him concerning his sin that he hath committed, and it shall be forgiven him. |