«
The Septuagint
LXX
The Septuagint in English by Brenton
LXX(EN)
[1]καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν μωυσῆς ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν ισραηλ [1]And it came to pass on the eighth day, that Moses called Aaron and his sons, and the elders of Israel,
[2]καὶ εἶπεν μωυσῆς πρὸς ααρων λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα ἄμωμα καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου [2]and Moses said to Aaron, Take to thyself a young calf of the herd for a sin-offering, and a ram for a whole-burnt-offering, unblemished, and offer them before the Lord.
[3]καὶ τῇ γερουσίᾳ ισραηλ λάλησον λέγων λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν ἄμωμα [3]And speak to the elders of Israel, saying, Take one kid of the goats for a sin-offering, and a young calf, and a lamb of a year old for a whole-burnt-offering, spotless,
[4]καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμῖν [4]and a calf and a ram for a peace offering before the Lord, and fine flour mingled with oil, for to-day the Lord will appear among you.
[5]καὶ ἔλαβον καθὸ ἐνετείλατο μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσῆλθεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου [5]And they took as Moses commanded them before the tabernacle of witness, and all the congregation drew nigh, and they stood before the Lord.
[6]καὶ εἶπεν μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ εἶπεν κύριος ποιήσατε καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου [6]And Moses said, This is the thing which the Lord has spoken; do it, and the glory of the Lord shall appear among you.
[7]καὶ εἶπεν μωυσῆς τῷ ααρων πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν καθάπερ ἐνετείλατο κύριος τῷ μωυσῇ [7]And Moses said to Aaron, Draw nigh to the altar, and offer thy sin-offering, and thy whole-burnt-offering, and make atonement for thyself, and for thy house; and offer the gifts of the people, and make atonement for them, as the Lord commanded Moses.
[8]καὶ προσῆλθεν ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας [8]And Aaron drew nigh to the altar, and slew the calf of his sin-offering.
[9]καὶ προσήνεγκαν οἱ υἱοὶ ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου [9]And the sons of Aaron brought the blood to him, and he dipped his finger into the blood, and put it on the horns of the altar, and he poured out the blood at the bottom of the altar.
[10]καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον ὃν τρόπον ἐνετείλατο κύριος τῷ μωυσῇ [10]And he offered up on the altar the fat and the kidneys and the lobe of the liver of the sin-offering, according as the Lord commanded Moses.
[11]καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς [11]And the flesh and the hide he burnt with fire outside of the camp.
[12]καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα καὶ προσήνεγκαν οἱ υἱοὶ ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ [12]And he slew the whole-burnt-offering; and the sons of Aaron brought the blood to him, and he poured it on the altar round about.
[13]καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη αὐτὰ καὶ τὴν κεφαλήν καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον [13]And they brought the whole-burnt-offering, according to its pieces; them and the head he put upon the altar.
[14]καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον [14]And he washed the belly and the feet with water, and he put them on the whole-burnt-offering on the altar.
[15]καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον [15]And he brought the gift of the people, and took the goat of the sin-offering of the people, and slew it, and purified it as also the first.
[16]καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό ὡς καθήκει [16]And he brought the whole-burnt-offering, and offered it in due form.
[17]καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ [17]And he brought the sacrifice and filled his hands with it, and laid it on the altar, besides the morning whole-burnt-offering.
[18]καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ καὶ προσήνεγκαν οἱ υἱοὶ ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλῳ [18]And he slew the calf, and the ram of the sacrifice of peace-offering of the people; and the sons of Aaron brought the blood to him, and he poured it out on the altar round about.
[19]καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [19]And he took the fat of the calf, and the hind quarters of the ram, and the fat covering the belly, and the two kidneys, and the fat upon them, and the caul on the liver.
[20]καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον [20]And he put the fat on the breasts, and offered the fat on the altar.
[21]καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ [21]And Aaron separated the breast and the right shoulder as a choice-offering before the Lord, as the Lord commanded Moses.
[22]καὶ ἐξάρας ααρων τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου [22]And Aaron lifted up his hands on the people and blessed them; and after he had offered the sin-offering, and the whole-burnt-offerings, and the peace-offerings, he came down.
[23]καὶ εἰσῆλθεν μωυσῆς καὶ ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τῷ λαῷ [23]And Moses and Aaron entered into the tabernacle of witness. And they came out and blessed all the people, and the glory of the Lord appeared to all the people.
[24]καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ τοῦ θυσιαστηρίου τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα καὶ εἶδεν πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον [24]And fire came forth from the Lord, and devoured the offerings on the altar, both the whole-burnt-offerings and the fat; and all the people saw, and were amazed, and fell upon their faces.
Source: sacred-texts.org
Author: Sir Lancelot Charles Lee Brenton (1851)
Source: ecmarsh.com
Top