«
Nestle-Aland Greek NT (1993)
N/A GNT
The Epistle of Barnabas
EpiBar
[1]ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν, [No book]
[2]λέγων, κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. [No book]
[3]χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. [No book]
[4]καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῶ, εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, [No book]
[5]διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. [No book]
[6]εἶπεν δὲ ὁ κύριος, ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· [No book]
[7]ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῶ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ᾽ αὐτοῖς; [No book]
[8]λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; [No book]
[9]εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· [No book]
[10]ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. [No book]
[11]ὁ φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὖτος ὁ τελώνης· [No book]
[12]νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. [No book]
[13]ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, ὁ θεός, ἱλάσθητί μοι τῶ ἁμαρτωλῶ. [No book]
[14]λέγω ὑμῖν, κατέβη οὖτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. [No book]
[15]προσέφερον δὲ αὐτῶ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. [No book]
[16]ὁ δὲ ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. [No book]
[17]ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. [No book]
[18]καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; [No book]
[19]εἶπεν δὲ αὐτῶ ὁ ἰησοῦς, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. [No book]
[20]τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. [No book]
[21]ὁ δὲ εἶπεν, ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος. [No book]
[22]ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [τοῖς] οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. [No book]
[23]ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. [No book]
[24]ἰδὼν δὲ αὐτὸν ὁ ἰησοῦς [περίλυπον γενόμενον] εἶπεν, πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· [No book]
[25]εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. [No book]
[26]εἶπαν δὲ οἱ ἀκούσαντες, καὶ τίς δύναται σωθῆναι; [No book]
[27]ὁ δὲ εἶπεν, τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῶ θεῶ ἐστιν. [No book]
[28]εἶπεν δὲ ὁ πέτρος, ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. [No book]
[29]ὁ δὲ εἶπεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, [No book]
[30]ὃς οὐχὶ μὴ [ἀπο]λάβῃ πολλαπλασίονα ἐν τῶ καιρῶ τούτῳ καὶ ἐν τῶ αἰῶνι τῶ ἐρχομένῳ ζωὴν αἰώνιον. [No book]
[31]παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς, ἰδοὺ ἀναβαίνομεν εἰς ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῶ υἱῶ τοῦ ἀνθρώπου· [No book]
[32]παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, [No book]
[33]καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. [No book]
[34]καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. [No book]
[35]ἐγένετο δὲ ἐν τῶ ἐγγίζειν αὐτὸν εἰς ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. [No book]
[36]ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο· [No book]
[37]ἀπήγγειλαν δὲ αὐτῶ ὅτι ἰησοῦς ὁ ναζωραῖος παρέρχεται. [No book]
[38]καὶ ἐβόησεν λέγων, ἰησοῦ, υἱὲ δαυίδ, ἐλέησόν με. [No book]
[39]καὶ οἱ προάγοντες ἐπετίμων αὐτῶ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῶ μᾶλλον ἔκραζεν, υἱὲ δαυίδ, ἐλέησόν με. [No book]
[40]σταθεὶς δὲ ὁ ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, [No book]
[41]τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν, κύριε, ἵνα ἀναβλέψω. [No book]
[42]καὶ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. [No book]
[43]καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῶ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ. [No book]
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Translation: Charles H. Hoole (1885)
Source: www.earlychristianwritings.com
Top