|
[1]And Jhesus `goynge yn, walkide thorou Jericho. |
[1]καὶ εἰσελθὼν διήρχετο τὴν ἰεριχώ. |
[2]And lo! a man, Sache bi name, and this was a prince of pupplicans, and he was riche. |
[2]καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος. |
[3]And he souyte to se Jhesu, who he was, and he myyte not, for the puple, for he was litil in stature. |
[3]καὶ ἐζήτει ἰδεῖν τὸν ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. |
[4]And he ran bifore, and stiyede in to a sicomoure tree, to se hym; for he was to passe fro thennus. |
[4]καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. |
[5]And Jhesus biheld vp, whanne he cam to the place, and saiy hym, and seide to hym, Sache, haste thee, and come doun, for to dai Y mot dwelle in thin hous. |
[5]καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῶ οἴκῳ σου δεῖ με μεῖναι. |
[6]And he hiyynge cam doun, and ioiynge resseyuede hym. |
[6]καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. |
[7]And whanne alle men sayn, thei grutchiden seiynge, For he hadde turned to a synful man. |
[7]καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῶ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. |
[8]But Sache stood, and seide to the Lord, Lo! Lord, Y yyue the half of my good to pore men; and if Y haue ony thing defraudid ony man, Y yelde foure so myche. |
[8]σταθεὶς δὲ ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. |
[9]Jhesus seith to hym, For to dai heelthe is maad to this hous, for that he is Abrahams sone; |
[9]εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς ὅτι σήμερον σωτηρία τῶ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ἀβραάμ ἐστιν· |
[10]for mannus sone cam to seke, and make saaf that thing that perischide. |
[10]ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. |
[11]Whanne thei herden these thingis, he addide, and seide a parable, for that he was nyy Jerusalem, `and for thei gessiden, that anoon the kyngdom of God schulde be schewid. |
[11]ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. |
[12]Therfor he seide, A worthi man wente in to a fer cuntre, to take to hym a kyngdom, and to turne ayen. |
[12]εἶπεν οὗν, ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῶ βασιλείαν καὶ ὑποστρέψαι. |
[13]And whanne hise ten seruauntis weren clepid, he yaf to hem ten besauntis; and seide to hem, Chaffare ye, til Y come. |
[13]καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς, πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. |
[14]But hise citeseyns hatiden hym, and senten a messanger aftir hym, and seiden, We wolen not, that he regne on vs. |
[14]οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. |
[15]And it was don, that he turnede ayen, whan he hadde take the kyngdom; and he comaundide hise seruauntis to be clepid, to whiche he hadde yyue monei, to wite, hou myche ech hadde wonne bi chaffaryng. |
[15]καὶ ἐγένετο ἐν τῶ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῶ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο. |
[16]And the firste cam, and seide, Lord, thi besaunt hath wonne ten besauntis. |
[16]παρεγένετο δὲ ὁ πρῶτος λέγων, κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς. |
[17]He seide to hym, Wel be, thou good seruaunt; for in litil thing thou hast be trewe, thou schalt be hauynge power on ten citees. |
[17]καὶ εἶπεν αὐτῶ, εὗγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. |
[18]And the tother cam, and seide, Lord, thi besaunt hath maad fyue besauntis. |
[18]καὶ ἦλθεν ὁ δεύτερος λέγων, ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. |
[19]And to this he seide, And be thou on fyue citees. |
[19]εἶπεν δὲ καὶ τούτῳ, καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων. |
[20]And the thridde cam, and seide, Lord, lo! thi besaunt, that Y hadde, put vp in a sudarie. |
[20]καὶ ὁ ἕτερος ἦλθεν λέγων, κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· |
[21]For Y dredde thee, for thou art `a sterne man; thou takist awey that that thou settidist not, and thou repist that that thou hast not sowun. |
[21]ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. |
[22]He seith to hym, Wickid seruaunt, of thi mouth Y deme thee. Wistist thou, that Y am `a sterne man, takynge awei that thing that Y settide not, and repyng ethat thing that Y sewe not? |
[22]λέγει αὐτῶ, ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; |
[23]and whi hast thou not youun my money to the bord, and Y comynge schulde haue axid it with vsuris? |
[23]καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα. |
[24]And he seide to men stondynge nyy, Take ye awei fro hym the besaunt, and yyue ye to hym that hath ten beyauntis: |
[24]καὶ τοῖς παρεστῶσιν εἶπεν, ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῶ τὰς δέκα μνᾶς ἔχοντι |
[25]And thei seiden to hym, Lord, he hath ten besauntis. |
[25]_ καὶ εἶπαν αὐτῶ, κύριε, ἔχει δέκα μνᾶς _ |
[26]And Y seie to you, to ech man that hath, it schal be youun, and he schal encreese; but fro him that hath not, also that thing that he hath, schal be takun of hym. |
[26]λέγω ὑμῖν ὅτι παντὶ τῶ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται. |
[27]Netheles brynge ye hidur tho myn enemyes, that wolden not that Y regnede on hem, and sle ye bifor me. |
[27]πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου. |
[28]And whanne these thingis weren seid, he wente bifore, and yede vp to Jerusalem. |
[28]καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ἱεροσόλυμα. |
[29]And it was don, whanne Jhesus cam nyy to Bethfage and Betanye, at the mount, that is clepid of Olyuete, he sente hise twei disciplis, and seide, |
[29]καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανία[ν] πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν |
[30]Go ye in to the castel, that is ayens you; in to which as ye entren, ye schulen fynde a colt of an asse tied, on which neuer man sat; vntye ye hym, and brynge ye to me. |
[30]λέγων, ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε. |
[31]And if ony man axe you, whi ye vntien, thus ye schulen seie to hym, For the Lord desirith his werk. |
[31]καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει. |
[32]And thei that weren sent, wenten forth, and fonden as he seide to hem, a colt stondynge. |
[32]ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὖρον καθὼς εἶπεν αὐτοῖς. |
[33]And whanne thei vntieden the colt, the lordis of hym seiden to hem, What vntien ye the colt? |
[33]λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, τί λύετε τὸν πῶλον; |
[34]And thei seiden, For the Lord hath nede to hym. |
[34]οἱ δὲ εἶπαν ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει. |
[35]And thei ledden hym to Jhesu; and thei castynge her clothis on the colt, setten Jhesu on hym. |
[35]καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν ἰησοῦν. |
[36]And whanne he wente, thei strowiden her clothis in the weie. |
[36]πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῶ. |
[37]And whanne he cam nyy to the comyng doun of the mount of Olyuete, al the puple that cam doun bygunnen to ioye, and to herie God with greet vois on alle the vertues, that thei hadden sayn, |
[37]ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, |
[38]and seiden, Blessid be the king, that cometh in the name of the Lord; pees in heuene, and glorie in hiye thingis. |
[38]λέγοντες, εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῶ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. |
[39]And sum of the Farisees of the puple seiden to hym, Maister, blame thi disciplis. |
[39]καί τινες τῶν φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. |
[40]And he seide to hem, Y seie to you, for if these ben stille, stoonus schulen crye. |
[40]καὶ ἀποκριθεὶς εἶπεν, λέγω ὑμῖν, ἐὰν οὖτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν. |
[41]And whanne he neiyede, `he seiy the citee, |
[41]καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτήν, |
[42]and wepte on it, and seide, For if thou haddist knowun, thou schuldist wepe also; for in this dai the thingis ben in pees to thee, but now thei ben hid fro thin iyen. |
[42]λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην _ νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. |
[43]But daies schulen come in thee, and thin enemyes schulen enuyroun thee with a pale, and thei schulen go aboute thee, and make thee streit on alle sidis, |
[43]ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, |
[44]and caste thee doun to the erthe, and thi sones that ben in thee; and thei schulen not leeue in thee a stoon on a stoon, for thou hast not knowun the tyme of thi visitacioun. |
[44]καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. |
[45]And he entride in to the temple, and bigan to caste out men sellynge ther inne and biynge, |
[45]καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας, |
[46]and seide to hem, It is writun, That myn hous is an hous of preyer, but ye han maad it a den of theues. |
[46]λέγων αὐτοῖς, γέγραπται, καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. |
[47]And he was techynge euerydai in the temple. And the princis of prestis, and the scribis, and the princis of the puple souyten to lese hym; |
[47]καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῶ ἱερῶ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ· |
[48]and thei founden not, what thei schulden do to hym, for al the puple was ocupied, and herde hym. |
[48]καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων. |