|
[1]Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς ᾿Ιουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας ῾Ηρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς ᾿Ιτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ᾿Αβιληνῆς τετραρχοῦντος, |
[No book] |
[2]ἐπ᾿ ἀρχιερέως ῎Αννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ ᾿Ιωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ, |
[No book] |
[3]καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, |
[No book] |
[4]ὡς γέγραπται ἐν βίβλῳ λόγων ῾Ησαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· |
[No book] |
[5]πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, |
[No book] |
[6]καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. |
[No book] |
[7]῎Ελεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; |
[No book] |
[8]ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν ᾿Αβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ. |
[No book] |
[9]ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
[No book] |
[10]Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· τί οὖν ποιήσομεν; |
[No book] |
[11]ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. |
[No book] |
[12]ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν· διδάσκαλε, τί ποιήσομεν; |
[No book] |
[13]ὁ δὲ εἶπε πρὸς αὐτούς· μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. |
[No book] |
[14]ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· καὶ ἡμεῖς τί ποιήσομεν; καὶ εἶπε πρὸς αὐτούς· μηδένα συκοφαντήσητε μηδὲ διασείσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. |
[No book] |
[15]Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ᾿Ιωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, |
[No book] |
[16]ἀπεκρίνατο ὁ ᾿Ιωάννης ἅπασι λέγων· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ῾Αγίῳ καὶ πυρί. |
[No book] |
[17]οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. |
[No book] |
[18]πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν. |
[No book] |
[19]῾Ο δὲ ῾Ηρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ ῾Ηρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ ῾Ηρῴδης, |
[No book] |
[20]προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. |
[No book] |
[21]᾿Εγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ᾿Ιησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν |
[No book] |
[22]καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ῞Αγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. |
[No book] |
[23]Καὶ αὐτὸς ἦν ὁ ᾿Ιησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὤν, ὡς ἐνομίζετο, υἱὸς ᾿Ιωσήφ, τοῦ ῾Ηλί, |
[No book] |
[24]τοῦ Ματθάν, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ ᾿Ιωαννᾶ, τοῦ ᾿Ιωσήφ, |
[No book] |
[25]τοῦ Ματταθίου, τοῦ ᾿Αμώς, τοῦ Ναούμ, τοῦ ᾿Εσλίμ, τοῦ Ναγγαί, |
[No book] |
[26]τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΰ, τοῦ ᾿Ιωσήχ, τοῦ ᾿Ιωδᾶ, |
[No book] |
[27]τοῦ ᾿Ιωαννάν, τοῦ ῾Ρησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, |
[No book] |
[28]τοῦ Μελχί, τοῦ ᾿Αδδί, τοῦ Κωσάμ, τοῦ ᾿Ελμωδάμ, τοῦ ῎Ηρ, |
[No book] |
[29]τοῦ ᾿Ιωσῆ, τοῦ ᾿Ελιέζερ, τοῦ ᾿Ιωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ, |
[No book] |
[30]τοῦ Συμεών, τοῦ ᾿Ιούδα, τοῦ ᾿Ιωσήφ, τοῦ ᾿Ιωνᾶ, τοῦ ᾿Ελιακείμ, |
[No book] |
[31]τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθᾶ, τοῦ Νάθαν, τοῦ Δαυΐδ, |
[No book] |
[32]τοῦ ᾿Ιεσσαί, τοῦ ᾿Ωβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, |
[No book] |
[33]τοῦ ᾿Αμιναδάβ, τοῦ ᾿Αράμ, τοῦ ᾿Ιωράμ, τοῦ ᾿Εσρώμ, τοῦ Φαρές, τοῦ ᾿Ιούδα, |
[No book] |
[34]τοῦ ᾿Ιακώβ, τοῦ ᾿Ισαάκ, τοῦ ᾿Αβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, |
[No book] |
[35]τοῦ Σερούχ, τοῦ ῾Ραγαῦ, τοῦ Φάλεκ, τοῦ ῎Εβερ, τοῦ Σαλᾶ, |
[No book] |
[36]τοῦ Καϊνάν, τοῦ ᾿Αρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, |
[No book] |
[37]τοῦ Μαθουσάλα, τοῦ ᾿Ενώχ, τοῦ ᾿Ιάρεδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, |
[No book] |
[38]τοῦ ᾿Ενώς, τοῦ Σήθ, τοῦ ᾿Αδάμ, τοῦ Θεοῦ. |
[No book] |