«
Westcott/Hort Greek NT (1881)
W/H GNT
Nestle-Aland Greek NT (1993)
N/A GNT
[1]εν ετει δε πεντεκαιδεκατω της ηγεμονιας τιβεριου καισαρος ηγεμονευοντος ποντιου πιλατου της ιουδαιας και τετρααρχουντος της γαλιλαιας ηρωδου φιλιππου δε του αδελφου αυτου τετρααρχουντος της ιτουραιας και τραχωνιτιδος χωρας και λυσανιου της αβιληνης τετρααρχουντος [1]ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας τιβερίου καίσαρος, ἡγεμονεύοντος ποντίου πιλάτου τῆς ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς γαλιλαίας ἡρῴδου, φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς ἰτουραίας καὶ τραχωνίτιδος χώρας, καὶ λυσανίου τῆς ἀβιληνῆς τετρααρχοῦντος,
[2]επι αρχιερεως αννα και καιαφα εγενετο ρημα θεου επι ιωαννην τον ζαχαριου υιον εν τη ερημω [2]ἐπὶ ἀρχιερέως ἅννα καὶ καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ἰωάννην τὸν ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
[3]και ηλθεν εις πασαν [την] περιχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων [3]καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
[4]ως γεγραπται εν βιβλω λογων ησαιου του προφητου φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου [4]ὡς γέγραπται ἐν βίβλῳ λόγων ἠσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
[5]πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται τα σκολια εις ευθειας ευθειαν και αι τραχειαι εις οδους λειας [5]πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
[6]και οψεται πασα σαρξ το σωτηριον του θεου [6]καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
[7]ελεγεν ουν τοις εκπορευομενοις οχλοις βαπτισθηναι υπ αυτου γεννηματα εχιδνων τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης [7]ἔλεγεν οὗν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
[8]ποιησατε ουν καρπους αξιους της μετανοιας και μη αρξησθε λεγειν εν εαυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ [8]ποιήσατε οὗν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῶ ἀβραάμ.
[9]ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον [καλον] καλον εκκοπτεται και εις πυρ βαλλεται [9]ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὗν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
[10]και επηρωτων αυτον οι οχλοι λεγοντες τι ουν ποιησωμεν [10]καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, τί οὗν ποιήσωμεν;
[11]αποκριθεις δε ελεγεν αυτοις ο εχων δυο χιτωνας μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιως ποιειτω [11]ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, ὁ ἔχων δύο χιτῶνας μεταδότω τῶ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
[12]ηλθον δε και τελωναι βαπτισθηναι και ειπαν προς αυτον διδασκαλε τι ποιησωμεν [12]ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, διδάσκαλε, τί ποιήσωμεν;
[13]ο δε ειπεν προς αυτους μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε [13]ὁ δὲ εἶπεν πρὸς αὐτούς, μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
[14]επηρωτων δε αυτον και στρατευομενοι λεγοντες τι ποιησωμεν και ημεις και ειπεν αυτοις μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοις οψωνιοις υμων [14]ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς, μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
[15]προσδοκωντος δε του λαου και διαλογιζομενων παντων εν ταις καρδιαις αυτων περι του ιωαννου μηποτε αυτος ειη ο χριστος [15]προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός,
[16]απεκρινατο λεγων πασιν ο ιωαννης εγω μεν υδατι βαπτιζω υμας ερχεται δε ο ισχυροτερος μου ου ουκ ειμι ικανος λυσαι τον ιμαντα των υποδηματων αυτου αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι [16]ἀπεκρίνατο λέγων πᾶσιν ὁ ἰωάννης, ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὖ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
[17]ου το πτυον εν τη χειρι αυτου διακαθαραι την αλωνα αυτου και συναγαγειν τον σιτον εις την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβεστω [17]οὖ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
[18]πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον [18]πολλὰ μὲν οὗν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
[19]ο δε ηρωδης ο τετρααρχης ελεγχομενος υπ αυτου περι ηρωδιαδος της γυναικος του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδης [19]ὁ δὲ ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ ἡρῴδης,
[20]προσεθηκεν και τουτο επι πασιν [και] κατεκλεισεν τον ιωαννην εν φυλακη [20]προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν [καὶ] κατέκλεισεν τὸν ἰωάννην ἐν φυλακῇ.
[21]εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντος και προσευχομενου ανεωχθηναι τον ουρανον [21]ἐγένετο δὲ ἐν τῶ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
[22]και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα [22]καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῶ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
[23]και αυτος ην ιησους αρχομενος ωσει ετων τριακοντα ων υιος ως ενομιζετο ιωσηφ του ηλι [23]καὶ αὐτὸς ἦν ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, ἰωσὴφ τοῦ ἠλὶ
[24]του μαθθατ του λευι του μελχι του ιανναι του ιωσηφ [24]τοῦ μαθθὰτ τοῦ λευὶ τοῦ μελχὶ τοῦ ἰανναὶ τοῦ ἰωσὴφ
[25]του ματταθιου του αμως του ναουμ του εσλι του ναγγαι [25]τοῦ ματταθίου τοῦ ἀμὼς τοῦ ναοὺμ τοῦ ἑσλὶ τοῦ ναγγαὶ
[26]του μααθ του ματταθιου του σεμειν του ιωσηχ του ιωδα [26]τοῦ μάαθ τοῦ ματταθίου τοῦ σεμεῒν τοῦ ἰωσὴχ τοῦ ἰωδὰ
[27]του ιωαναν του ρησα του ζοροβαβελ του σαλαθιηλ του νηρι [27]τοῦ ἰωανὰν τοῦ ῥησὰ τοῦ ζοροβαβὲλ τοῦ σαλαθιὴλ τοῦ νηρὶ
[28]του μελχι του αδδι του κωσαμ του ελμαδαμ του ηρ [28]τοῦ μελχὶ τοῦ ἀδδὶ τοῦ κωσὰμ τοῦ ἐλμαδὰμ τοῦ ἢρ
[29]του ιησου του ελιεζερ του ιωριμ του μαθθατ του λευι [29]τοῦ ἰησοῦ τοῦ ἐλιέζερ τοῦ ἰωρὶμ τοῦ μαθθὰτ τοῦ λευὶ
[30]του συμεων του ιουδα του ιωσηφ του ιωναμ του ελιακιμ [30]τοῦ συμεὼν τοῦ ἰούδα τοῦ ἰωσὴφ τοῦ ἰωνὰμ τοῦ ἐλιακὶμ
[31]του μελεα του μεννα του ματταθα του ναθαμ του δαυιδ [31]τοῦ μελεὰ τοῦ μεννὰ τοῦ ματταθὰ τοῦ ναθὰμ τοῦ δαυὶδ
[32]του ιεσσαι του ιωβηδ του βοος του σαλα του ναασσων [32]τοῦ ἰεσσαὶ τοῦ ἰωβὴδ τοῦ βόος τοῦ σαλὰ τοῦ ναασσὼν
[33]του αμιναδαβ του αδμιν του αρνι του εσρωμ του φαρες του ιουδα [33]τοῦ ἀμιναδὰβ τοῦ ἀδμὶν τοῦ ἀρνὶ τοῦ ἑσρὼμ τοῦ φάρες τοῦ ἰούδα
[34]του ιακωβ του ισαακ του αβρααμ του θαρα του ναχωρ [34]τοῦ ἰακὼβ τοῦ ἰσαὰκ τοῦ ἀβραὰμ τοῦ θάρα τοῦ ναχὼρ
[35]του σερουχ του ραγαυ του φαλεκ του εβερ του σαλα [35]τοῦ σεροὺχ τοῦ ῥαγαὺ τοῦ φάλεκ τοῦ ἔβερ τοῦ σαλὰ
[36]του καιναμ του αρφαξαδ του σημ του νωε του λαμεχ [36]τοῦ καϊνὰμ τοῦ ἀρφαξὰδ τοῦ σὴμ τοῦ νῶε τοῦ λάμεχ
[37]του μαθουσαλα του ενωχ του ιαρετ του μαλελεηλ του καιναμ [37]τοῦ μαθουσαλὰ τοῦ ἑνὼχ τοῦ ἰάρετ τοῦ μαλελεὴλ τοῦ καϊνὰμ
[38]του ενως του σηθ του αδαμ του θεου [38]τοῦ ἐνὼς τοῦ σὴθ τοῦ ἀδὰμ τοῦ θεοῦ.
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Top