[1]Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου⸃ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ⸃
[2]ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶν ἐπείνασεν.
[3]⸂εἶπεν δὲ⸃ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
[4]καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς⸃· Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ⸀ἄνθρωπος.
[5]Καὶ ἀναγαγὼν ⸀αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
[6]καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂν θέλω δίδωμι αὐτήν·
[7]σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
[8]καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ⸃· Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις⸃ καὶ αὐτῷ μόνῳ λατρεύσεις.
[9]⸂Ἤγαγεν δὲ⸃ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
[10]γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,
[11]καὶ ⸀ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
[12]καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
[13]καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.
[14]Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
[15]καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
[16]Καὶ ἦλθεν ⸀εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
[17]καὶ ἐπεδόθη αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου⸃ καὶ ⸀ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·
[18]Πνεῦμα κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν ⸀με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
[19]κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.
[20]καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων ⸂οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ⸃ ἦσαν ἀτενίζοντες αὐτῷ.
[21]ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
[22]καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· ⸂Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος⸃;
[23]καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ⸂εἰς τὴν Καφαρναοὺμ⸃ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
[24]εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
[25]ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ⸀ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
[26]καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίας πρὸς γυναῖκα χήραν.
[27]καὶ πολλοὶ λεπροὶ ἦσαν ⸂ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου⸃, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.
[28]καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,
[29]καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ⸂ᾠκοδόμητο αὐτῶν, ὥστε⸃ κατακρημνίσαι αὐτόν·
[30]αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
[31]Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·
[32]καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
[33]καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ·
[34]⸀Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
[35]καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ⸀ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς ⸀τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
[36]καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
[37]καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
[38]Ἀναστὰς δὲ ⸀ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
[39]καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
[40]Δύνοντος δὲ τοῦ ἡλίου ⸀ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶς ἐθεράπευεν⸃ αὐτούς.
[41]ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν ⸀κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ ⸀εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
[42]Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν.
[43]ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ⸀ἐπὶ τοῦτο ⸀ἀπεστάλην.
[44]καὶ ἦν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς⸃ τῆς ⸀Ἰουδαίας.
|