|
[1]AND Jeshu called his twelve, and gave them power and authority over all demons and diseases, to heal. |
[1]Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· |
[2]And he sent them to proclaim the kingdom of Aloha, and to heal the diseased. |
[2]καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, |
[3]And he said to them, Take nothing for the way, neither staff, nor bag, nor bread, nor silver; nor two tunics shall you have. |
[3]καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. |
[4]And into whatever house you enter, there be, and from thence go forth. |
[4]καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. |
[5]And whoever will not receive you, when you depart from that city the dust also from your feet shake off as a testimony against them. |
[5]καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. |
[6]And the apostles went forth and itinerated in the villages and the cities, and evangelized and healed in every place. |
[6]ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. |
[7]But Herodes, Tetrarka, heard all that was done by his hand, and was astonished; for men said that Juchanon had risen from the house of the dead. |
[7]῎Ηκουσε δὲ ῾Ηρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾿ αὐτοῦ πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι ᾿Ιωάννης ἐγήγερται ἐκ τῶν νεκρῶν, |
[8]But others said that Elia had appeared, and others that a prophet from the former prophets had risen. |
[8]ὑπό τινων δὲ ὅτι ᾿Ηλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. |
[9]And Herodes said, The head of Juchanon I have cut off; but who is this of whom I hear these [things]? And he willed to see him. |
[9]καὶ εἶπεν ὁ ῾Ηρῴδης· ᾿Ιωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. |
[10]And when the apostles returned, they showed Jeshu all that they had done. And he took them by themselves to a desert place of Bethtsaida. |
[10]Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. |
[11]But the multitudes, when they knew it, went after him, and he received them, and discoursed to them concerning the kingdom of Aloha. And those who had need of healing he healed. |
[11]οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο. |
[12]BUT when the day began to decline, the disciples drew near and said to him, Send away the multitudes, that they may go to the villages and hamlets that are around, to lodge in them and to find for themselves victuals, because we are in a desert place. |
[12]῾Η δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. |
[13]Jeshu said to them, Give you them to eat. But they said, We have nothing more than five loaves and two fishes, unless we go and buy food for all this people: |
[13]εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα· |
[14]For they were about five thousand men. Jeshu said to them, Make them recline in reclining companies, fifty men in a company. |
[14]ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. |
[15]And the disciples did so. And they all reclined. |
[15]καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας. |
[16]And Jeshu took those five loaves and two fishes, and looked up to heaven and blessed and brake and gave to his disciples, that they should set before the multitude. |
[16]λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. |
[17]And all did eat and were filled. And they took up fragments which abounded, twelve baskets. |
[17]καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. |
[18]AND as he was praying alone, and his disciples with him, he asked them and said, What say concerning me the multitude, that I am? |
[18]Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; |
[19]They answered and say to him, Juchanon the Baptizer; and others that [thou art] Elia; but others that a prophet from the former prophets hath arisen. |
[19]οἱ δὲ ἀποκριθέντες εἶπον· ᾿Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ᾿Ηλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. |
[20]He saith to them, But what do you say that I am? Shemun answered and said, The Meshicha of Aloha! |
[20]εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα μὲ λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ. |
[21]But he forbade them and cautioned them that this they should tell no man. |
[21]῾Ο δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο, |
[22]And he told them how it was to be [that] he the Son of man should suffer many things and be rejected by the elders and the chief priests and Sophree, and [that] they would kill him; and that on the third day he would arise. |
[22]εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. |
[23]And he said before all, Whoever willeth to come after me, must deny himself, and take up his cross daily, and come after me. |
[23]῎Ελεγε δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν καὶ ἀκολουθείτω μοι. |
[24]For whoever willeth to save his life, loseth it; but whoever [is willing] to lose his life, for my sake, he saveth it. |
[24]ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. |
[25]For what is helped a son of man, if he shall gain the whole world and lose his soul, or perish? |
[25]τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; |
[26]For whoever shall be ashamed of me and of my words, the Son of man will be ashamed of him, when he cometh in the glory of his Father with the holy angels. |
[26]ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. |
[27]THE truth I say to you, that some who are standing here shall not taste death, until they have seen the kingdom of Aloha. |
[27]λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ. |
[28]And it was after these words about eight days, that Jeshu took Shemun and Jakub and Juchanon, and went up into a mountain to pray. |
[28]᾿Εγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν τὸν Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. |
[29]And while he prayed, the appearance of his countenance was changed, and his garments became white and shone. |
[29]καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. |
[30]And, behold, two men talked with him, who were Musha and Elia, |
[30]καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ ᾿Ηλίας, |
[31]Who appeared in glory; but they spake concerning his going forth which should be accomplished at Urishlem. |
[31]οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν ῾Ιερουσαλήμ. |
[32]And Shemun, and they who were with him, had been heavy with sleep, and were scarcely awaked whenⓘ they saw his glory and those two men who stood with him. |
[32]ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. |
[33]And when they began to depart from him, Shemun said to Jeshu, Rabi, it is good for us to be here: and let us make three tabernacles; for thee one, and for Musha one, and for Elia one. But he knew not what he said. |
[33]καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν ᾿Ιησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν ᾿Ηλίᾳ, μὴ εἰδὼς ὃ λέγει. |
[34]And as he spoke these [words] there was a cloud which shadowed over them, and they feared when they saw that Musha and Elia entered into the cloud. |
[34]ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην· |
[35]And the voice was from the cloud, saying, This is my Son, the Beloved, Him hear. |
[35]καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. |
[36]And when the voice had been, Jeshu was found alone. And they were silent, and told no man in those days what they had seen. |
[36]καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ ᾿Ιησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν. |
[37]AND the day after when they had descended from the mountain, a great multitude met them. |
[37]᾿Εγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. |
[38]And a certain man from the multitude cried and said, Malphona, I beseech thee, turn unto me; [there is] my son, my only one, |
[38]καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· διδάσκαλε, δέομαί σου, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστι· |
[39]And a spirit passeth upon him, and he suddenly crieth, and gnasheth his teeth, and lacerateth, and hardly removeth from him when he hath bruised him. |
[39]καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾿ αὐτοῦ συντρῖβον αὐτόν· |
[40]And I besought thy disciples to cast him out, but they could not. |
[40]καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. |
[41]Then Jeshu answered and said, Ah generation unbelieving and perverse! how long shall I be with you and bear with you? Bring thy son hither. |
[41]ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε. |
[42]And as they brought him near, the devil cast him down and bruised him: and Jeshu rebuked that unclean spirit and healed the youth and gave him to his father. And they all wondered at the majestyⓘ of Aloha. |
[42]ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ ᾿Ιησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. |
[43]And while every one wondered at all which Jeshu did, he said to his disciples, |
[43]ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ ᾿Ιησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ· |
[44]Treasure these words in your ears; for the Son of man is to be delivered into the hands of men. |
[44]θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. |
[45]But they understood not that saying, because it was hidden from them that they should not know it: and they feared to ask of him concerning that saying. |
[45]οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. |
[46]And there entered among them the thought, Who should be greatest among them? |
[46]Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. |
[47]But Jeshu knew the thought of their heart; and he took a child and made him stand with him. |
[47]ὁ δὲ ᾿Ιησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ |
[48]And he said to them, Every one who receiveth a child like this in my name, receiveth me. And whosoever receiveth me, he receiveth Him who sent me. For he who is least among you, he shall be greatest. |
[48]καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας. |
[49]And Juchanon answered and said, Raban,ⓘ we saw a man who was casting out demons in thy name, and we forbade him, because he came not with us after thee. |
[49]᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. |
[50]Jeshu saith to them, Forbid him not; for he who is not against us, he is for us. |
[50]καὶ εἶπε πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. |
[51]AND it was that when the days were fulfilled for his Assumption, he directed his face to go to Urishlem. |
[51]᾿Εγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς ῾Ιερουσαλήμ, |
[52]And he sent messengers before his face, and they went and entered into a village of the Shomroyee, so as to prepare for him. |
[52]καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· |
[53]And they would not receive him, because his face unto Urishlem was set to go. |
[53]καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς ῾Ιερουσαλήμ. |
[54]And when Jacub and Juchanon his disciples saw it, they say to him, Maran,ⓘ art thou willing that we call fire to descend from heaven to consume them, as Elia did? |
[54]ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ ᾿Ηλίας ἐποίησε; |
[55]But he turned and reproved them, and said, You know not of what spirit you are: |
[55]στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· |
[56]For the Son of man is not come to destroy lives, but to save. And they went to another village. |
[56]ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. |
[57]And while they went in the way, a certain man said to him, I will follow thee to the place whither thou goest, my Lord. |
[57]᾿Εγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε. |
[58]Jeshu saith to him, The foxes have holes and the fowls of the heaven a shadow, but the Son of man hath not where to lay his head. |
[58]καὶ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. |
[59]And he said to another, Come after me. But he said to him, My Lord, permit me first to go bury my father. |
[59]Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. |
[60]Jeshu said to him, Leave the dead burying their dead; and thou, go and preach the kingdom of Aloha. |
[60]εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. |
[61]And another said to him, I will come after thee, my Lord, but first permit me to go to salute the sons of my house, and I will come. |
[61]Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. |
[62]Jeshu saith to him, No man putting his hand upon the coulter of the yoke, and looking behind him, is fit for the kingdom of Aloha. |
[62]εἶπε δὲ ὁ ᾿Ιησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. |